Ancient Greek
424.57
Nicephorus Basilaces, Progymnasmata 424.57
Unproofread scanNot analysed yet
ρον στρατήγμα Καίσαρος. Patav. ct ἐφυβρίζεω οὐκ ἐπηχύνετο. τί μὲν τῆς λόχμης τοῖς κέρασιν οὐκ ἀνῴρυτε; τί δὲ τῶν ἀνθρώπων τοῖς ποσὶν οὐ κατέχλα; τί δὲ μὴ ξυνεθόλου τῆς πηγῆς, ὡς ἐφ’ ὕβρει, καὶ φθόνῳ τῶν ἵππων καλῶν ἀφειδῶς ἐπιτρέχουσα. ἐντεῦθεν ἀλγεῖ μὲν ὁ ἵππος καὶ περιοχοπεῖται τὴν ἄμυναν. ἀλλ’ οὐκ εἶχεν ὅ, τι καὶ χρήσαιτο. ὡς οὖν ἐπέγνω χρεῖτον τῆς αὑτοῦ σοφίας τὸ κακόν, ὁρῶν τινα παρι-όντα τὸ ἄλσος. διηγεῖται τῆς ἐλάφου τὸ βάσκανον, καὶ ὅπως ἀμυνεῖται, πυνθάνεται. ὁ δὲ, ἄνθρωπος γὰρ ἦν, ἀπάτῃ καὶ δόλῳ τὸν ἵππον μέτεισι, καὶ τὸν χαλινόν ἐπιδείξας, εἶγε, φησίν, ὦ ἵππε, τοῦτον μὲν ἐπὶ στό-ματος, ἐμὲ δὲ ἐπὶ νώτῳ φέρειν ἀνέξει μικρόν, ἐγὼ σοι δι’ ὀλίγου τὴν ἐχθρὰν ἀμυννοῦμαι. ἤκουσεν ὁ ἵππος ταῦ-τα, καὶ πείθεται. καὶ τὸ ἐντεῦθεν ἡ μὲν ἐλάφος ἀπη-λαύνετο τοῦ ἄλσους, ὁ δὲ ἵππος ἐπὶ φάτνης εἰστήκει, μετὰ χλόης καὶ τῆς πηγῆς προσαφαιρεθεὶς καὶ τὸ ἄνε-τον. Φυλακτέον ἄρα καὶ τὸ ἐλευθέριον, καὶ παρόρμησιν οὐ προδοτέον φρονήματος, εἴγε μὴ μέλλοι τις δου-λεύειν οὐδὲν ἧττον ἢπερ ἵππος χαλιναγωγούμενος. —Ὁ μῦθος οὗτος ἐστὶ μὲν Αἰσώπειος, τὴν δὲ μελέτην ἐκ τῶν Ἑρμογένοῦς προγυμνασματικῶν μεθόδων ἠοανίσα-το, πλατύτερον ἐξειργασμένος, ὡς ἐκεῖνος μεθοδεύει ἐν τοῖς περὶ μύθου.