Ancient Greek
433.1
Nicephorus Basilaces, Progymnasmata 433.1
Unproofread scanNot analysed yet
θεὶν πειρώμενος εἰς μανίαν ἐξέπιπτεν, ἀκουσίῳ δήθεν κακῷ κακίαν ἐπικρύπτων αὐθαίρετον. ὁρᾷ τὸ πλᾶσμα ὁ Παλαμὴδης, εἰς νοῦν βάλλεται τὸ μηχάνημα, καὶ γνοὺς ὅ τι καὶ βούλεται τὰ τοῦ δράματος, ἀντιμηχανᾶται σοφώτερον. ἀρπάζει τὸν παῖδα Τηλέμαχον, εἰς μέσον ἄγει τῆς ἱππιατίας, καὶ δοκιμάζει τὸν πατέρα ἐλαύνοντα, ὡς ἐν τῷ παιδὶ πάντως ἐπαρήσει τὸ ἄρμα, οὐκ ἔστιν Ὀδυσσεὺς ἐκεῖνος καὶ μέμυρεν. εἰ δὲ γνωρίσει τὴν φύσιν, καὶ φείσεται τοῦ παιδός, ἐστὼν ἄρα Ὀδυσσεὺς ἐκεῖνος ὁ δόλιος, καὶ τὸν εἰς Τροίαν ἀπόπλουν ὀκνεῖ, καὶ παραπαίειν ἐσχηματίσατο, καὶ δὴ ξύμμαχον ἐπαγόμενος τὸ φιλότεχνον, ἀναθοριίζει τὸ τῆς φύσεως πῦρ, ὑπεκκαίει τὰ σπλάγχνα, πολιορκεῖ τὴν ψυχήν, καὶ τὸν νοῦν αὐτόμολον ὡς ἀπὸ τείχους ἐξάγει τοῦ πλάσματος. οὕτω Παλαμὴδης Ὀδυσσέα κατεστρατήγησεν. οὕτω σοφῶς ἀργυρογνυμονήσας τὸν νοῦν ἐθηράσατο, καὶ καθαρὲν εἶναι μαθὼν ὡς ὑπὸ γνώμονι τῷ καιρῷ τούτῳ πυρὶ τοῖς λοιποῖς ἀρίστοις τῆς Ἑλλάδος ἐγχείρει· οὐ γὰρ ἤνεγκε τὸ θέαμα Ὀδυσσεὺς, ἀλλ’ ὤκτειρε τὸν παῖδα, καὶ τὸν ἐλεγχον οὐ διέδρα, τὸ πατὴρ εἶναι τῶν ἐπὶ Τροίας πόνων ἀνταλλαξάμενος· καὶ ξυνεμάχει τοῖς Ἕλλησι τοῦ λοιποῦ, καὶ ψυχῇ πολυμηχανῇ τοῖς Τρωσὶν ἐπεβούλευε, καὶ κατὰ Παλαμίδους ἧκε τὸ δόλιον.