Ancient Greek
436.1
Nicephorus Basilaces, Progymnasmata 436.1
Unproofread scanNot analysed yet
τὴν τέχνην πτερούσεται. καὶ περιφρονεῖ μὲν τὸν ἥλιον πιστεύει δὲ ταῖς ἀκτῖσι τὸν κηρὸν καὶ τρυφᾶν ἐθέλει μᾶλλον, ἢ πρὸς ἀσφάλειαν ἵπτασθαι. τοιούτων γὰρ τι 158 χρήμα νεότης, πρὸς ἡδονὰς ἀλόγιστα φέρεται, καὶ τῆς χρείας ἐκφέρεται. οὐ φέρει περιφρονούμενος ἥλιος. ἐπιβάλλει τῷ κηρῷ τὰς ἀκτῖνας. ἀπελέγχει τὸν σοφιστὴν. λύει τὸ σόφισμα, καὶ ῥίπτει κατὰ πελάγους τὸν Ἴκαρον, καὶ τοῦτο ὑμεῖται Δαίδαλον ἥλιος. ἐκ τῆς ἡλίου παιδὸς Πασιφάης Μινώτανρον ἐκαινοτόμησε Δαίδαλος, καὶ ἥλιος ἐξ Ἴκαρου τοῦ Δαίδαλου παιδὸς Ἴκαριον πέλαγος ἀνθρώποις ἐγνώρισεν.