Ancient Greek
437.4 to 438.27
Nicephorus Basilaces, Progymnasmata 437.4-438.27
Unproofread scanNot analysed yet
10. Τὸ κατὰ τὴν Λανάνην. Οὐδὲν ἄρα πατρὸς προμηθέστερον. ἀλλ’ οὐδ’ εἰς ἐπιβουλὴν σοφώτερον ἔρωτος. ἠθέλε τὴν παῖδα Λανάνην παρθενεύειν Ἀχρίσιος. καὶ μέγαν οὕτω λειμῶνα 1 κάλλους 163 ὁρῶν, ἐδεδία τοὺς λάθρα τὸ τῆς παρθενίας ἄνθος ἀπο- συλήσοντας. καὶ δὴ πρὸς φυλακὴν ἐπινοεῖται Θριγγίον 164 ἄλλο καινότερον, θάλαμον χάλκεον, ἀτείρες τι χρήμα, τεῖχος ἀνάλωτον, ἀνδράσιν ἄβατον, ἀνεπιβούλευτον ἑρωτι. ἀλλ’ ὁρᾷ καὶ κρυπτομένην τὴν χορὴν ὁ πάντα ἐφορῶν Ζεὺς. καὶ δεινὸν ἠγεῖται τοσοῦτον κάλλος ἐγκατωφρυ- γμένον τῷ χαλκῷ λανθάνειν, ὡς θησαυρὸν ὑπὸ γῆν, ὡς ἐν νυκτὶ σελήνην, ὡς ἐν κάλυκι ῥόδον, ὡς ἐν κόχλῳ πορφύραν, ὡς ἐν ὀστρέῳ μάργαρον· δίσιν οὖν ἐπὶ τοῦτοὺς τὸν θάλαμον, καὶ περισχοπεῖται τὸν ὀροφόν, καὶ χαλκὸν ἔχων πολέμιον, εἰς χρυσὸν μετασχηματίζεται. ἢν εἴη καὶ χαλκοῦ χρείττων χρυσός, καὶ θεὸς ἀνθρώπου σοφώτερος. καὶ χρυσῇ τὸ κάλλος παρθένῳ χρυσὸς ἐραστὴς γένοιτο. ἐχολπίζεται τὸν θεὸν ὡς χρυσὸν ἡ παρθένος ἐξ ὀρόφου ὁυέντα. καὶ τὸ ἐντεῦθεν δρέπεται μὲν τῆς ὥρας εἰς χορὸν ὁ Ζεὺς. καὶ Λανᾶ δὲ δῶρον τοῦ χρυσοῦ, καὶ τοῦ γάμου Περσέα κομίζεται. 11 Τὸ κα Θ Ἡρακλῆς. Καὶ πρὸς ὕδραν ἀγωνιούμενος Ἡρακλῆς ὑπ’ Εὐρυσθέως ἐστέλλετο. ὁ δὲ ἄμα τε ἦγεν ἐπὶ τὴν θρεφάμενην τὸ θηρίον τοῦτο πηγὴν, καὶ τὸ ξίφος ἐκβαλὼν ἔργου εἷχετο. ἀλλ’ ἦν ἀνίκητον τὸ κακόν, καὶ ὁ ἀθλος ἀτέλεστος. ἡ μὲν τῶν κεφαλῶν ἐξετέμνετο. ἡ δ’ ἀνεφύετο. ἡ μὲν ὑπὸ τοῦ ξίφους ἐπιπτεν. ἡ δ’ ὑπὸ τῆς τομῆς ἀνεδίδοτο. ἔμενε τὸ θηρίον καὶ πρὸ τῆς τομῆς, καὶ μετὰ τὴν τομὴν πολυκέφαλον. μίαν ἀπηρεῖτο κεφαλήν, καὶ πλείους ἐλάμβανε, καὶ μιᾶς κεφαλῆς ἐκτομὴ πολλῶν ἐγένετο γένεσις. ὁ μὲν ἐξεθέριζε τὸ φύμενον, αἱ δ’ οὐκ ἤλγουν ἐκτεμνόμεναι. ὅλον κεφαλῶν ἀνεφύετο λήϊον, τοσοῦτω δὲ μᾶλλον εἰς τομὴν ἀπορώτερον, ὅσῳ μᾶλλον ἐτέμνετο.