Ancient Greek
446.1
Nicephorus Basilaces, Progymnasmata 446.1
Unproofread scanNot analysed yet
μοιχείας καταφέρει κακόν· ὅρα μοι τὸν Ὀρέστην μετὰ τοῦ ξίφους καὶ μητρὸς οὐ φεισάμενον, τοιαῦτα τὴν Ἀθηναιῶν πόλιν ὁ καλὸς οὗτος ποιητὴς ἐσφαρόνιζεν, ἡλίκον μὲν τὸ πάθος ἐπὶ σκηνῆς ἐχορήγησεν· ὅσον δὲ τὸ ἦθος τοῖς δράμασι μετὰ γνωμολογίας ἐγκατέμιξε, καὶ τὸ τῆς γνώμης σόφον ἔργοις αὐτοῖς ἐβεβαίωσε, τοῦτο τοῖς περὶ τραγῳδίαν γενόμενος, ὁ τοῖς περὶ ποίησιν Ὅμηρος· ἀλλ’ ὅσφ τοὺς ὁμοτέχνους τῷ περιόντι τῆς σοφίας αὐτὸς ἀπεκρύψατο, τοσούτῳ καὶ τῶν λοιπῶν ἐκεῖνου γνωμῶν τὸ περὶ χάριτος γνωμολογηθὲν χαριέστατον· ἐκ τοῦ καλῶς, φησί, δράν τὸ καλῶς παιδεῦν περιγίνεται· καὶ πάνθ’ ὅποσα μήτηρ παιδί, καὶ χάρις ἀντὶ χάριτος γίνεται. Πρῶτον μὲν τὸν ποιητὴν ἐπαινῶ, οἷς καλῶς τὴν ἀνθρωπείαν φύσιν ἐσκέψατο, καὶ ὡς χαρίζεσθαι πεφύκαμεν ἄνθρωποι μετὰ τὸ λαβεῖν, καὶ δρῶμεν εὖ παιδόντες· ἔπειτα καὶ τοὺς ἀγενεστέρους τῶν ἀνθρώπων ἀπέσχηφεν, εἰ στείραν οὕτως ἔχει τις τὴν ψυχήν, ὡς τὸ τῆς χάριτος σπέρμα λαβούσαν μὴ τὸν τῆς εὐγνωμοσύνης ἀντιδιδόναι καρπόν· εἰ δὲ τὴν ἐπὶ τῶν ἔργων μαρτυρίαν προσεπιδείψμεν, πολὺ δικαιότερον τῆς γνώμης τὸν ποιητὴν θαυμασόμε-θα. Τίς οὖν ἡ περὶ τῶν ἔργων ἐπιβεβαίωσις; οὐ πάντα πᾶσιν ἀρχῆθεν ἐφεύρηται; ἀλλ’ ἕτερα μὲν Ἑλλήνων σοφίσματα, ἕτερα δὲ Φοινίκων ἐπίνοιαι, καὶ Περσῶν ἄλλα τεχνήματα. ἔχουσι τι καὶ Θρᾷκες οὕπω τοῖς ἄλλοις ἑλθὸν εἰς εὑρεσιν ἐπιδείξασθαι, καὶ τῶν ἑθνῶν ὡς ἕκαστα διηρημένα τοῖς γένεσι καὶ ταῖς ἐπινοίαις διήρηνται· ἀλλ’ ἦκεν ἡ χάρις κοινωνικὸν τι χρήμα καὶ φίλιον, καὶ τὸ θηριώδες ἐξελοῦσα τῆς γνώμης πρὸς τὸ ἀνθρωπικώτερον μετερύθμισε, καὶ νῦν παρὰ τοῦτο τῶν θηρίων διενήνοχαμεν ἄνθρωποι· ἐκεῖθεν ἡμῖν ἤλθε καὶ τὸ συναγελαστικόν, ἐκεῖθεν καὶ τὸ τῆς φιλίας ἔχομεν ὄνομα, καὶ τὸ τὴν ἔνδειαν ἀναπληροῦν οὐχ ἄλλοθεν ἡμῖν προσεγένετο· ἔχει μὲν Ἰνδὸς,