Ancient Greek
454.29
Nicephorus Basilaces, Progymnasmata 454.29
Unproofread scanNot analysed yet
ποίησις ² βούλεται, ἀλλ’ εἶναι πάντα μῦθον καὶ πλάσ- ματα οὕτως ἁπλᾶ ῥήματα, οὐ περισπῶν οὖν ἂν εἴη καὶ ποιητὰς κατηγορουμένους καὶ Μούσας περιυβριζομένας, ἀλλ᾽ ὑπερμαχητέον τῆς ἀληθείας ὡς οἷόν τε· τί γὰρ ἄπιστον, εἰ πατὴρ ἠχούσεν Ἀταλάντης Οἰνέως τοῦ γάμου ταύτην ἔχοντος φύσιν· εἰ δὲ καὶ κάλλος εἶχεν ἡ παῖς, θεῶν ἦν ἀπόγονος, καὶ θειοτέραν εἶχε μορφήν, καὶ τὴν τοῦ προσώπου ὀπάραν ἔβαλε μὲν πυρωδέστερον ἥλιος, ὁπότε φοιτῶν πρὸς θήραν, οὐχ ἀπέφευγεν, ὅτι καὶ Ἀχιλλεὺς περὶ πον τὸ Πήλιον ἐθῆρα μὲν, τὸ δὲ γε τῆς ὀψεως ἄνθος οὐδὲν ἧττον αὐθὶς ἐπέλαμπε· ἀλλὰ πρὸς ἀνδρίαν ἐτρέφετο, καὶ τὴν οἰκουρὸν ἀπολείπουσα τροφήν τὰ παρὰ φύσιν ἠλαζονεύετο· καὶ τί κατηγορήματα φύσεως; εἰ δὲ καὶ πρὸς γυναικᾶ ποτε γέγονεν ἀνδρίας φιλότιμος. πρῶτον μὲν γὰρ οὐ πανταχῇ τὸ θῆλυ τοῦ γένους τόγε εἰς ῥώμην ἦκον ἀποδοκιμαστέον, κἂν εἰς τοὺς θήρας ἐξιχνεύσης καὶ θήλειον ὀψει δύσμαχον, καὶ μᾶλλον, εἰ τύχοι, θαρρησέας τοῦ ἀρρένος. Ἔπειτα εἰ τοῖς ἀνθρώποις ὁ πρὸς τὰ θηρία δέδοται πόλεμος, εἴη ἂν καὶ τὴν Οἰνέως οὔσαν ἄνθρωπον τὰ πρὸς θήραν ἀσκήσασθαι· εἰ δὲ τῆς ἀνδρείας τὸ γυναικεῖον φύλον ἀπέκλεισας, ὅρα καὶ τῶν ἀνδρῶν μηδένα λέγειν ἀπόλεμον· εἰ δ᾽ ἐστιν οὐ καὶ τὸ ἄρρεν εἰς ἀνδρίαν ἐμέμψω καὶ τὸ θῆλυ πρὸς ἀνδρίαν θαυμάσῃ· εἰ μὲν γὰρ ἀπάσας γυναῖκας ἡ ποίησις ὠπλίσω, εἶχεν ἂν λόγον δυσπιστεῖν τὸ παράλογον· εἰ δὲ τὸ χρῆμα σπάνιον, οὐχ ἄπιστα τὰ τοῦ θαύματος· ἀκούεις δὲ καὶ τὰς Ἀμαζόνας γυναῖκας, ὅλον ἔθνος, ὅπως ἔργον εἶχον τὸν πόλεμον καὶ ἄνδρας ὄντας οὐκ ἐδεδίεσαν Ἕλληνας, οὓς οἱ περὶ Τροίαν ἄνδρες ὄντες οὐχ ἔφερον. Πενθεσίλεια δὲ καὶ τὴν Ἀχιλλέως μελίαν ἐπιούσαν οὐκ ἔτρεσε, καὶ ὁ ἥρως τὴν ἀπὸ γυναιχὸς μάχην μᾶλλον ὑπώπτυσεν Ἐκτορος· εἰ δ᾽ ἐκείνας τίθης ἐξ Ἄρεος, καὶ τὴν Ἀταλάντην ἐκ Διὸς ἐγώ, πρὸς ὃν τὸ γένος ἀνέφερον· οὐ δὴ πατῖρα μὲν λογιετέον τὸν