Ancient Greek
458.1
Nicephorus Basilaces, Progymnasmata 458.1
Unproofread scanNot analysed yet
ἀπὸ Διός· ὡς μίαν τῶν ἄλλων ἀγεσθαι, ἀλλ’ οὐκ ἤν ἀπλῶς παρθένος· ἀλλ’ ἔδνα δέχεσθαι· κόρης ἂν ἤν ταῦτα σκιαγραφουμένης, μὴ πρὸς ἀνδρίαν τραφεῖσης· ἢ τοὺς μὲν ἐραστὰς ἀγωνίζεσθαι, τὴν δ’ ἑστάναι καὶ μένειν, 5 ὅστις ἀντήρ 4 εἰς ἅθλον μετὰ τὴν νίκην ἄζεται· ὥσπερ εἰ μὴ χεῖρες ἦσαν αὐτῇ καὶ πόδες παρ’ οὐδὲν ἐκείνων λειπόμενοι· ἀλλὰ κηρύττειν τὸν ἄγωνα καὶ ἅμα αὐτὴν ἅθλον εἶναι καὶ ξυναθλον, καὶ μὴν τοῦτο ποιεῖν 3 καὶ αὐτὴν καὶ ἀποδῦσασθαι μὲν εἰς πάλην οὐκ ἐδοκίμαζεν, 10 ἀπρεπὲς γάρ, ἐλθεῖν εἰς χεῖρας ἐν ὅποις οὐκ ἠβουλεύετο, ἀρρένοπώτερον γάρ, ἄλλως τε καὶ φονιχὰ ταῦτα καὶ 2Ερυννὸς μᾶλλον ἢ κόρης ἔργα ἐνόμιζεν, εἰ τοὺς ἐραστὰς αὐτὴ μὲν ἀξίους δέχεται, καὶ φόνον ποιεῖται τὴν γάμου ὑπόθεσιν, καὶ τοῦ καλλίστου πρὸς φιλίαν κτήματος 15 τὸ δεινότατον εἰς ἀπέχθειαν προβάλλεται πόλεμον· οἵς μὲν οὖν ἔτι παρθένος ἤν τὰ παρθένων δηλαδὴ τὸν γάμον ἐκήρυττεν, οἷς δὲ τῶν ἡρωίδων ἤν τὸ κεφάλαιον, καὶ τῆς ἀνδρίας ἀδελφὸν ἐξῆλου Μελάγροον, καὶ τὸν ἐς τάχος ἄγωνα τῷ χρηύματι προσεπέθηκε, μικροῦ καὶ 20 τοιαῦτα λέγειν ὡς ἀπὸ τοῦ χρηύματος τὴν παρθένον μαντεύομαι. Οὕνως εἰμὶ παῖς, εἰς αὐτὸν ἀναφέρω Δία τὸ γένος, ἀδελφὸν ἔχω Μελάγροον, πρὸς ἀνδρίαν ἐτράφην, καὶ φέρω τρόπον ἀρρένα κἂν τὴν φύσιν ἔχω θήλειαν, καὶ δεῖ με λοιπὸν ὡς γυναῖκα τὰ γυναικῶν ὑποῖ- 25 σειν, ὅτι καὶ φύσις τοῦτο βούλεται, καὶ ὡς κατ’ ἄνδρα τραφεῖσαν καὶ γάμον λαβεῖν ἀνδριχώτερον· οὕτω νομίζω τὴν ἡρωίδα ταύτην ξυλλογίσασθαι· καὶ ἡ ἐπὶ τῷ τάχει πρόκλησις τῶν ξυλλελογισμένων τούτων ἂν εἴη συμπέρασμα· ἐπὶ τούτοις ἥδει καὶ τὴν ἀδελφὴν Ἀθιάνειραν, 30 ὡς πλείους εἶχε τοὺς ἐραστάς, καὶ ἡ μὲν ἅθλον ἐτίθετο· οἱ δὲ τῶν ἅθλων μειζῶνες Ἀχελῶος καὶ Ἡρακλῆς ὡς ἐπ’ ἅθλῳ τῇ κόρῃ διεπυκτεῖοντο· ταύτην οἶμαι τὴν