Ancient Greek
466.1
Nicephorus Basilaces, Progymnasmata 466.1
Unproofread scanNot analysed yet
Μήδους καθελῶν, ὅτε τὰ Μήδων ἐφρόνησε, τὰ Μήδων ὑρίσταται· τούτῳ φαρμάκῳ χρησαμένην οἶδα πρὸς θεραπείαν καὶ τὴν τῶν Ἀθηναίων πόλιν· παρειδὸν οἱ στρατηγοὶ τὸν ἐπὶ τοῖς πεπτοκόσι νόμον, καὶ ὁ δῆμος τῶν στρατηγῶν οὐκ ἐφείσατο, ἀλλ’ οἳς οὐκ ἀνεῖλοντο τοὺς πεσόντας, δικαίως αὐτοὶ πρὸς τοῦ δήμου τὸ παθεῖν ἐδύγτύχησαν· τί δεῖ λέγειν Αἴγισθον ὡς μοιχὸν ἀναιρούμενον, καὶ Παλαμήδην ὡς προδότην λιθολευστούμενον; οὐκ ἐναριθμῶ τούτοις τὸν Σίσυφον, οὐ λέγω τὸν Τάνταλον, παρίημι τὸν Τιτυόν, οὓς ὁ μῦθος ἐκόλασε, δέος ἡμῖν ἐντιθείς καὶ μετὰ τὴν ἐνθένδε ἀνάλυσιν· καὶ τοῦ κακοῦργεῖν ὡςπερ ἐντεῦθεν ἐκκροῶν· νῦν δὲ ἔχοντων ἂν εἴη καὶ τὸν σοφὸν Εὐριπίδην ἀγᾶσαι, οὐ δεινὸν εἶναι τὸ τοῖς εἰργασμένοις παθεῖν ψηφισάμενον. Ἐπαινετέος τῆς σοφίας καὶ Πυθαγόρας, εἰ γὰρ ἂ, φησιν, εἰργασται πείσεται, τοῦτ’ ἂν εἴη νόμων θεσμὸς καὶ δίκης ἀντιταλάντωσις, τί μὴ θαυμάζω κάκεινον τὸν Λάκωνα, ὃς οὐ παντάπασιν τὴν πονηρίαν ἀπεδοκίμασεν, ἀλλὰ πρὸς γε τοὺς πονηροὺς καὶ ταύτην ἐκρινεν εἶναι τῶν ὀπλῶν τὸ χρήσιμώτατον. Περαιρετέον ἂν εἴη τῶν πόλεων ἅπαν ὅσον κακοῦργον, καὶ τὸν ποιητὴν ἐπαινετέον τῆς γνώμης, οἷς οὕτω κακίαν δεόντως ἐκόλασεν.