Ancient Greek
469.23
Nicephorus Basilaces, Progymnasmata 469.23
Unproofread scanNot analysed yet
Δία, μετὰ χρυσόν· ἀπὸ Διὸς ἔχω τὸ γένος, τοιγαροῦν ἀπὸ Διὸς καὶ νενίκημαι· Ζεὺς με πρόγονος εἰς γάμον ἄγει καὶ κομίζει τὰ ἕδνα χρυσᾶ, δεῖ με λοιπὸν πειθεσθαι, ἄλις ἔχω παρθενίαν, ἐφ’ ἱκανὸν Ἀρτέμιδι ξυνεθήρευσα, μετατάξομαι καὶ πρὸς Ἀφροδίτην καὶ ξυνθαλαμεύσομαι, ἐπεθύνησα τὰ κνηγητικά, ἕσομαι καὶ τὰ ἐπιθαλάμια· ὑπὸ πλάτανον ἢ πίτυν ἀνεκείμην ὀρειτροφουμένη· ὑπὸ παστάδος νῦν ἀνακείσομαι, σκηνὴν Ἀφροδίτης ἔρωτος ὀροφον, οὐχ ὑμνήσω τόσον Ἀρτέμιδος, ἀλλ’ ἔχω τόσον ἕτερον ἔρωτος· οὐ παντελῶς τὴν τοξικὴν περιήσομαι, ἔχω καὶ πάλιν τοξότην θεόν, τοῦτον τὰ βέλη τιμήσω· τούτῳ καὶ συστρατεύσομαι· ἥσχημαι τοὺς πόδας εἰς δρόμον, οὐκοῦν πτερωτὸν ἔχω καθηγητὴν τὸν μέγαν δυνάστην τὸν ἔρωτα· πεπείραμαι τῶν τούτου βελῶν, εἶδον τὸ τάχος, οὐχ ἀγνοῶ τὸ πτερόν, ταχεῖα μὲν ἐγὼ καὶ τοὺς πόδας τούτους δὴ τοὺς ἐμοὺς οὐ λαγῶδες ὑπερεβάλλετο, οὐ παρέδραμεν ἔλαφος, ἄνδρας δὲ πολλούς μὲν ἐκάλει πρὸς ἄγῶνα τὸ κάλλος, ἀλλ’ ἀπράκτους αὐθὶς ἡφίει τὸ τάχος· παριππεύειν ἀπλῶς ἔδοκουν τοῖς παραθέοντας, ἀλλ’ ἦκεν ἔρως Ἱππομένει συστράτηγος, καὶ παραυτίκα κατεστρατήγημαι· αἰσθάνομαι τῆς ξυνμαχίας, ξυνήχα τῶν βελῶν, χρυσῆς Ἀφροδίτης παῖς ὁ ἔρως, καὶ χρυσοῖς ἔβαλλεν μήλοις· ταῦτα γὰρ ἔρωτος βέλη, τάχα πον καὶ τοῖς πτεροῖς Ἱππομένει συνανεχοῦφιζεν· ᾧ σόφισμα σύνδετον καὶ πανταχόθεν ἀφροδίσιον, μήλον ὡς ὀπώρα ἔρωτος, χρυσὸς ὡς θεοῦ χρυσοῦν ἀνάθημα· πόθεν οὕτω καλὸν ἔδρεψας μήλον Ἱππόμενες; ποῖον σοι φυτὸν τὴν χρυσὴν ὀπώραν ταύτην ἔδρεψατο; μήπω σοι τὸ τῆς μητρὸς ἐκεῖνο μήλον ὑφελόμενος ὁ παῖς ἔρως ἢ Λίθρα ἐκόμισε. γνώσομαι εἰ τῇ καλῇ τὸ μήλον ἐπιγέγραπται, ἀλλὰ τί δεῖ μοι σκιάς καὶ γραμμότων; αὐτόθι ἐγὼ καλῇ σοι δοκῶ, καὶ τὸ ἄθλον τοῦ κάλλους ἔχω, ὡς Ἀφροδίτη πάλαι πρὸς Ἀλεξάνδρου· τοιγαροῦν ἥκ’ μοι