Ancient Greek
472.1
Nicephorus Basilaces, Progymnasmata 472.1
Unproofread scanNot analysed yet
πεσέων μηδεὶς ἀντετάξατο· ἀπέκτεινα λέοντα καὶ πεσῶν οὐχ ἐφόβησεν· ἅπασαν ἐκάθηρα γῆν, καὶ μετὰ τὸ πεσεῖν τὸ πολέμιον ὁ πόλεμος ἐπίπτε· νῦν δ’ ἄλλ’ ἕτερος ἀγὼν οὗτος· καινότερος, καὶ τὸ τοῦ πολέμου τέλος ἐφ’ ἅπασιν νῦν ἔσται μοι μάχης ἑτέρας ἀρχή, καὶ τοῦτό με διαδήσει νεκρόν, ὃ μηδεὶς τῶν ἐτι περιόντων ἴσχυσεν· ὧ χειρες καὶ τόξον καὶ βέλη, ὧ πολέμιος οὗτος βάλλων καὶ κείμενος· ὁ νεκρὸς οὗτος ἀήττητος ποῖ ποτε γῆς ἐτι περιὼν ἐλάνθανεν, ὅτε τὴν γῆν ἐξεκάθαιρον· εἰ δ’ ἐφθὴς ὑπὸ γῆν οἰκεῖν παρὰ τῷ Πλούτωνι, τί μὴ περὶ τὴν ἐμὴν εἰς Ἀἰδου κάθοδον τὴν ἰσχὺν ἐπεδείκνυσο· καὶ νεκρὸς ἔχαρίζου τῷ κρατοῦντι νεκρῶν, καὶ παρ’ αὐτὴν βαλλόμενος τὴν μάχην ἐπήμυνας· οὐχ ὧμηρ ἐγὼ ξίφος ἐτι καὶ δεξιᾶς ἔργον κήδεσθαι μετὰ τοὺς ἐν σπαργάνοις δράκοντας, μετὰ τὸν Νεμέέα λέοντα, μετὰ τὴν ὕδραν ἐκείνην, μετὰ τοὺς κενταύρους, μετὰ τοὺς γίγαντας, μετὰ τὴν τῆς ὅλης γῆς ἀνακάθαρσιν, ἀλλ’ αὐτὸν οὐρανὸν ἀλλάξασθαι τῆς κάτω διατριβῆς, καὶ τοῦ λοιποῦ ξύνοικον εἶναι θεοῖς. ἀλλ’ ὁ χρησμὸς μετὰ καὶ τοῦ Λιὸς ἀπονεκροῖ μου τὰς ἐλπίδας, οἷς νεκρὸν ἐπεγείρει πολέμιον. ὑπὸ γῆν ἦλθον, αὐτὸν Ἀἰδὴν ἐχειρωσάμην, εἶλον τὸν Κέρβερον, γῆς ξυνέμιξα πέρασιν, ὅλα θαλάττης ἐξέκοψα δεῖματα, μάχην τοῖς ἄνω ξυνῆψα θεοῖς· εἶδε ταυτὴν τὴν δεξιὰν Ἄρης ὅπόσα παρὰ τὴν μάχην δεδύνημαι· ἐγείσατο καὶ Ἥρα τούτων τῶν βελῶν, καὶ σὺ δέ, ὦ πάτερ, ἀπειπειράσω μου τῶν χειρῶν, καὶ τῆς ἀληθῆς τὸν παῖδα οὐκ ἐμέμψω· ἔπειτα καὶ θελεὶ τὸν σὸν Ἡρακλέα νεκρὸς καὶ τεθνεὼς ἀπελέγχει τὸν καὶ θεῶν ἀθανάτων κρατήσαντα, τὸν ἐκ Λιὸς τριέσπερον ὃ τὸ πᾶν ἐξ Ἀἰδοῦ καὶ τῶν ἐκεῖθεν νόμων ἐσπέριος, ὃ τὴν τύχην ἀλαμπὴς καὶ τὸν γνόφρον οἰκεῖν λαχὼν μὴ πανόμε-