Ancient Greek
474.1
Nicephorus Basilaces, Progymnasmata 474.1
Unproofread scanNot analysed yet
τὸν Κέρβερον, ἧπου τὸν Ἑρμῆν παρεχρούσατο, ὃν τοῖς δόλοις αὐτὸς ἐπεγράφετο· ὧ τῆς ἀπάτης καθηγητὰ καὶ δόλων πᾶτερ Ἑρμῆ, ὁ σὸς παρηλθέ σε μύστης· ὅλον σου τὸ δόλιον ἀπεσύλησεν, ἀμήχανον κακὸν Ὀδυσσεὺς μικρὸν εἰς ἀπάτην ἐλεῶν ἄνδρας ἐνόμισεν· οὐκοῦν ἐπ’ αὐτὸν σε τὸν διδάσκαλον μεταφέρει τὸ σόφισμα· παρηλθέ σου τὴν ῥάβδον, παρηλθε τὸν Κέρβερον, οὐχ ὑπώπτευσε τὸν Αἴακον, καὶ νῦν ἐν Ἀἰδου διάγει καὶ πολυπραγμονεῖ τὰ ὑπὸ γῆν, ὧ πάντα δόλον πράττων ἄνθρωπε, κινδυνεύω μηκέτι δυσχεραίνειν τὴν χρείαν, μηκέτι μέμφεσθαι τοὺς Ἀτρεΐδας, ἔργον σοι τῆς ἀπάτης κάκεινοι γεγόνασιν καὶ πρὶν ἢ τῶν ὅπλων ἐμὲ τῆς δίκης ἐκείνους ἐκβέβληκας· ἀλλ’ οἴμοι καὶ τὰ ὅπλα ἐπενδεδύται, καὶ φέρει ξίφος ἐν χερσίν, ἐφ’ ᾧ κατὰ τῆς πλευρᾶς ξίφος ἕτερον ὤθησα· τί μοι τὸ ξίφος ἐνταῦθα ἐπισείεις, τί τὰ τῆς ἀνδρείας ἐν νεκροῖς ἐπιδείκνυσαι, εἰ χεῖρας ἱκανὰς εἶχες ἀποχορῆσθαι τῷ ξίφει, τί μὴ μετὰ τὴν ἄδικον ψῆφον ἐκείνην ἐτὶ μου περιόντος τὴν ὀψιν ἐθάρρεις, καὶ τὸ ξίφος ἐπέσειες· τάχα που καθ’ ἡμῶν καὶ τοῦτό σοι μεμηνάννυται, ἵνα καὶ σώματος λυπήσῃς γυναικῶν, ὧν ἐτὶ λυπεῖν οὐχ εἶχες ἐν σώματι, καὶ θεάσομαί σε τοῖς ἐμοῖς ὅπλοις ἐν Ἀἰδου κοσμούμενον, ὧν ἐτὶ περιῶν ἄνω βλέπειν οὐχ ἔφερον· Παλάμηδες, Ὦδυσσεὺς ἐνταῦθα, ὁ κοινὸς ἐχθρός, νόθος ἐν νεκροῖς ὑποδύεται, λαβὲ δίκας τῶν λίθων, οὓς σοι δι’ αὐτῶν πολλοὺς ἐπαφήκε. τὸ στράτευμα παρέλθε, διαμήνυσον Αἴακῳ τὴν ἐπιβουλήν, προσκάλεσαι Μίνω Ῥαδάμανθυν. καὶ τάχα καὶ λίθον ὡς ἄλλος Τάνταλος λήφεται τῶν πολλῶν ἐκείνων λίθων ἀντιποιον· συγχέει καὶ ταράττει τοὺς κάτω δεσμούς, ἤδη πρὸς φῶς ἄξει πάντα τὰ ὑπὸ γῆν, κοινώσει τὰ ἀπόρρητα, καὶ τοῦτο γενήσεται τοῖς κάτω θεοῖς, ὧ τοῖς ἐν οὐρανῷ Τάνταλος, δέδοικα μὴ προσπατείλῃσαι τὸν Κέρβερον· τὰ τοῦ Ταντάλου τετόλμηκε· τοιγαροῦν