Ancient Greek
480.3
Nicephorus Basilaces, Progymnasmata 480.3
Unproofread scanNot analysed yet
7 Τίνας I ἂν εἴπε λόγους ὁ Σαμψῶν, ὅτε παρὰ τῶν ἀλλοφύλων ἐτυφλώθη. Ἦ χεῖρες, εἰς οἷον ἡμῖν πέρας ἤκει τὰ τῆς ἀνδρείας; Μύλων ἡμᾶς διεδέξατο, καὶ δουλεία πρὸς ὕβριν, καὶ ὄνων ἔργα νῦν ὑπέχετε, ὡς ὄνου σιαγῶν ὠπλίζε πρότερον, καὶ τῶν ἀτυχημάτων μειζῶν ἐφ᾽ ἡμῖν ὁ καταγελῶς· ὁ πρὶν γενναῖος ἐκεῖνος ἐγώ, ὁ καὶ γυμνὸς ὠπλίζας φοβῶν καὶ πολλοὺς εἰς ἀναιρῶν αἰχμάλωτος γέγονα γυναικός· καὶ νῦν γέλως πρόκειμαι τοῖς ἐχθροῖς καὶ δουλεύω τὰ ἀτιμότατα· ὦ γυναικῶν γένος ἐπάρατον, ὃν ἐφίλει περιεργάζετο, καὶ ὃν τῆς δόμης ἐθαύμαζε, τοῦτον τὰ ὅπλα παρεῖλτο· ὦ κακῶς ἰδόντες ὀφθαλμοί, καὶ περὶ τοῦτο νῦν ἐπιβλέπειν οὐκ ἔχοντες· οὐκ εἰς καλὸν ἀπεχώρησασθε τῷ βλέπειν, τοιγαροῦν δικαίως ἀφήρησθε· ὦ τῆς πρὶν σωφροσύνης ἐκείνης, ὦ τῶν ἀπὸ ταύτης ἀριστευμάτων· ἔσωφρόνουν καὶ προύβαινέ μοι τὰ