Ancient Greek
483.2
Nicephorus Basilaces, Progymnasmata 483.2
Unproofread scanNot analysed yet
8. Τίνας ἂν εἴποι λόγους ὁ Ζαχαρίας μετὰ τὸ γεννηθῆναι τὸν πρόδρομον τῆς ἀφωνίας ἀπολυθεὶς. Ἐπανῆκέ μοι μετὰ τοῦ παιδὸς ἡ φωνή, καὶ τὰ τῆς ἐπαγγελίας οὐ διέφνευσται· ἄγγελος μὲν ἐπηγγείλατο τὴν φωνήν, ἐγὼ δ’ ἐνεδόιαζον, γῆρας ἐγὼ προὐβαλλόμην καὶ στεῖρωσιν γυναικός, ὁ δ’ αὐθὶς τὰ τῆς ἐπαγγελίας ἐπέτεινεν· ἀκούση, φησί, καὶ μετὰ γῆρας πατήρ, καὶ στεῖραν ὤψῃ μήτερα, τὰ γὰρ τῆς στειρώσεως λέλυται, ὁ δέ σοι παῖς οὐκ ἐπιγνοίῃ τρυφήν· οὐ πίεται σῖκερα ἐξ αὐτῆς γονῆς, πνεύματος ἁγίου καὶ σοφίας πλησθήσεται· ταῦτα ὁ μὲν ἔλεγεν, ἐγὼ δ’ ἠπίστουν, σημείον ἤτουν, ὁ δ’ ἐπένευεν, οὐκ εἰς καιρὸν ἐχρησάμην τῇ φωνῇ· τοιγαροῦν εἰς τὴν φωνὴν ἐξημίωμαι· καὶ λέγειν οὐκ εἰδὼς καιρία κατεκρωμόμην σιγήν, τί γὰρ οὐκ ἐπειδόμην ἀπόγονος εἶναι τῆς Σάρρας αὐχῶν, ταύτην δ’δῶμι τῆς ἀπειθείας δίκην· τοῦτο λαμβάνω τῆς ἐπαγγελίας ἐνέργηον, καὶ τὸ ἐντεῦθεν ἐνεχυμονεῖτο μὲν ὁ παῖς ὑπὸ τῇ μητρὶ, ἐγὼ δ’ ἐσίγουν, ἀλλ’ ἅμα τε τὸ