Ancient Greek
490.1
Nicephorus Basilaces, Progymnasmata 490.1
Unproofread scanNot analysed yet
πείσεις φιλοτιμότερον; ἀλλὰ τί καὶ προσεπιγρόφαις τῷ σώματι; ἐνταῦθα καλεῖται βασιλέως σωτήρ, καὶ πεσόντα Ξέρξης τιμᾷ· πρόσθες, ὦ βασιλεῦ, παρὰ τοῦ καὶ πέπτωκε· πρὸς αὐτοῦ Ξέρξου τῆς δωρεᾶς, Ἀπολλων ἀπο- 5 τρόπαιε καὶ θεοὶ ἀλεξίκακοι, τοῦ δὲ ἐκείνων περισωθέντος, τοῦ περιόντος ἐτι, τοῦ μὴ πεσόντος, τοῦ ναναγήσαντος, τί γὰρ μὴ καὶ τοὺς σατράπας τῷ βασιλεῖ συντετήρησας; βίαν μοι λέγεις θαλάττης, καιροῦ μοι λέγεις ἀνάγκην, κυμάτων ἀπειλὴν, πνευμάτων ἐπίθε- 10 σιν, δαιμόνων ἐπιβουλήν, τύχης ἐπῆρειαν· σὺ μοι δοκεῖς μηδ’ ἂν φυτῆκόμιν ἐπαινεῖν, ὃς ἐστὶν οὐ καὶ τῶν κλάδων τοῖς μαραινομένοις συνδηῆσκειν οὐκ ἐξ τὰ λειπόμενα, οὐδ’ ἂν ἀριστεία θαυμάσεις, ἐτι πον τοῦ σώματος τέτρωται. Μαρδόνιε δίχα τραυμάτων καὶ φόνου 15 Περσῶν σπεῦδε νικᾶν Ἑλλήνας, οὐ γὰρ ἂν φθάνοις ὑπὸ Ξέρξου κτενόμενος, καὶ τῶν Ἀσκληπιαδῶν οἱ σοφώτεροι μικρὰ τὰ πρῶτα λυπήσαντες μειζόνως ἐσῦστερον θίλγουσιν. ἐκεῖνοι καὶ ἄρθρα ποδῶν ὑπεκхаίουσιν, ἵνα τὴν κεφαλὴν περισώσαιντο, πόδας καὶ νῦν παρ’ ἐμοῦ 20 τὰ Περσῶν ἐξῆμίωσαι, καὶ τὴν κεφαλὴν ἀποκέρδαινε, σατράπας προῦδωκα καὶ βασιλεία χλύδωνος καὶ ναυγίου ἀφήρπασα, μηκέτι θαρρεῖτε, ὦ ναυτίλοι, τὴν γῆν, μηκέτι πτοεῖσθε τὰ κύματα· θαλάσσης οὐ γεγόναμεν ἔργον καὶ κακοπραγοῦμεν περὶ τὴν ἡπειρον· τίς ἡμῶν 25 κακοδαιμονέστερος, παρ’ οἷς ὑποπτα καὶ τὰ εὐτυχήματα; νῦν μὲν ἔχω τῆς ἀριστείας τὴν ἀμοιβὴν τοὺς λίθους, τὴν τιμάρων, τὸν στέφανον, ἐπιχρέματα δέ μοι τὸ ξίφος ἐτέρωσι, μικρὸν ἤδη καὶ τὰ ἐπιθανάτια ἐπορχήσομαι, καὶ σκληροβατήσω τὰ ὑστάτα, τίς οὕτω ταχὺ 30 κύβος κατακεχύβευται; τίς οὕτω σφαῖρα θάττον κατακεκίλισται, ἧπου καὶ διήγημα τοῖς πολλοῖς ἀπιστούμενον ἔσομαι; τάχα μοι καὶ οἱ ἐν Ἀἰδου θαυμάσονται, καὶ πυνθανομένοις ἐγὼ πάντα καὶ διηγήσομαι τὴν Περσῶν