Ancient Greek
495.1
Nicephorus Basilaces, Progymnasmata 495.1
Unproofread scanNot analysed yet
κατάλογος, καὶ μετροῦμεν τὰς ἐναντίων πύλας ἀριστείων πτώμασι, παρ’ ἑκάστην Ἀργεῖος ἐφήδρευε λοχαγός, παρ’ ἑκάστην καὶ πέπτωχε, νεκρῶν ἅπαν τὸ πεδίον ἀνθεῖ, γέμει λαφύρων ἡ πόλις, τρυφῶσιν ἐφ’ ἡμῶν, ὦ Ζεῦ, καὶ κειμένοις Θηβαῖοι, καὶ τὰς ψυχὰς ἀφελόμενοι φθονοῦσι καὶ ταχῆς τοῖς σώμασι, μεθ’ ἡμᾶς ἐπὶ τὴν λύσιν χωροῦσι, μεθ’ ἡμᾶς ἐπὶ τοὺς κοινούς νόμους τῶν Ἑλλήνων στρατεύονται, οὐδὲ πεσοῦσι τοῖς πολεμίοις σπένδονται, ἐν θνητοῖς σώμασι καὶ κατὰ θνητῶν ἀθάνατόν ἐστι περιφέρεσθαι θυμόν, καὶ ὁ μὲν πόλεμος πέπαυται· Θηβαῖοι δὲ κατ’ Ἀργείων ἔτι μεμήρασιιν, οὐχ εὐλαβοῦνται τοὺς ὑπὸ γῆν θεούς, οὐχ αἰδοῦνται τοὺς Ἕλληνας, τοὺς οὐκ ἀντιτείνοντας βάλλουσιν, τοὺς οὐκ αἰσθανομένους κολάζουσιν ἐπιπηδῶσι καὶ κειμένοις θηριωδέστερον, βάραβαρος ὁ τρόπος, ὁ θυμὸς οὐχ Ἑλληνίος· οὐχ ἦν ἄρα λόγος ἄλλως, ἀπὸ δράκοντος φῦναι Θηβαίους, ἐκείνου τοῦ σπέρματος οὕτός ὁ στάχυς, ἐπὶ τῆς θηριωδίας ἀπόζουσι, τηροῦσιν ἔτι τὸν ἰὸν ἐγκαθημένον ταῖς ψυχαῖς, ζηλοῦσι καὶ μετὰ τὸν ἄνθρωπον τὸν πρόγονον δράκοντα, καὶ τοῖς ἀδελφοῖς θηρίοις τὰ τῶν ἀνθρώπων ἐπιβίπτονσι σώματα· Ἥρα πολιοῦχε καὶ Ἄργους ἔφορε δαιμόν, ἡ σὴ πόλις ἐπ’ Ἰσμηνοῦ κεῖται, καὶ τὸ Κάδμου χωρίον κατὰ τοῦ τῆς Ἥρας τεμένους χορεύει· ὁ Ζεὺς ἡμῖν ὁ σὸς πεπολέμηκε, τῆς περὶ Σεμέλην ἀπάτης ἐμémνθo, τὴν σὴν πόλιν ἐπὶ τῆς Θήβης ἐλὼν ἄλλο πῦρ ἀντανήψε κεραύνιον, καὶ στρατόπεδον ὅλον ἀνάλωσε πυρὶ καὶ σιδήρῳ, καὶ λίθοις ἡμᾶς ἐπενείματο, καὶ νῦν ἔχουσι τὰς μὲν ψυχὰς οἱ κάτω θεοί, τὰ δ’ ὀπλὰ Θηβαῖοι, θῆρες δὲ τὰ σώματα· ἐν Θήβαις ἡτυχήσαμεν, ἐπὶ Κυδαίρωνος πεπτώχαμεν, ὦ πόλις εὐρεῖα σκηνὴ καὶ πλουτοῦσα ταῖς συμφοραῖς, ὦ Κυδαίων ἐριννύων ἄλσος,