Ancient Greek
498.21
Nicephorus Basilaces, Progymnasmata 498.21
Unproofread scanNot analysed yet
30 κείους οὕτω κειμένους καλόν, καὶ στρατὸν αὖθις ἐγεί- ρεν ἐξ"Ἀργους ἄπορον· Θηβαίοις τὸ πείθεσιν ἄλλως ἀμήχανον, ἐπὶ τὴν Ἀθηνᾶς πόλιν πορεύσομαι, ἐπὶ τὸν ἐλέου βαδιῦσαι βωμόν, ἐπισπεῖσω καὶ δάκρυα καὶ πείσω δῆμον φιλάνθρωπον, οὐδὲ μοι τοὺς πολεμίους καταγωνιοῦνται, τοὺς θυμῷ βαρβάρους θύνοντες, οἱ θεὸν εἰδότες τὸν ἐλεον, οἱ αὐτόχθονες τοὺς σπαρτοὺς, οἱ ἐξ Ἀθηνᾶς τοὺς ἐκ δράκοντος, ταύτῃ τὸ γε νῦν ἰτέον, οὕτω γὰρ ἐμοὶς ἐπικουρητέον, τὸ δἐἰσέπειτα, "Ἥρα τε Ἀργεία καὶ θεοὶ ἐγχώριοι, ἡβήσαιεν οἱ τῶν πεπυηκότων παῖδες, ἴδοιμι τοὺς ὅπλοις ἀνθοῦντας, καὶ στρατὸν αὐθις οἴκειον ἐπὶ Θήβας ἐλάσαιμι, ἐκεῖνοι τὴν τελευτέραν ἡμῖν ἐπικουρίαν δοῖεν, καὶ ταχὺ τὴν θεοῖς ἐχθρὰν γῆν, τὴν τῶν σπαρτῶν τῶν τοῦ δράκοντος οἴκειον τε χορέσομεν αἵματος καὶ δεῖξομεν ἄσπαρτον ἐπὶ μακρόν.