Ancient Greek
501.1
Nicephorus Basilaces, Progymnasmata 501.1
Unproofread scanNot analysed yet
βλυξεν, ἀμπελος οὐκ ἦν καὶ οἶνος ἀνεδίδото· τίς ληνὸς τὸν οἶνον τοῦτον ἐξέθλιψε; τίς ἀμπελος τὸ πῶμα τοῦτο ἐθρέψατο; τρυγᾶτε νῦν, ὦ δαιτυμόνες, τὰ γαμικά, σπᾶτε οἶνον, σπᾶτε δὲ πλέον τοῦ θαύματος· οἱ πατέρες ἡμῶν ἐκ πέτρας ὕδωρ ἐπινον, ἀλλ’ ὑμεῖς οἶνον ἐξ ὕδατος, ἐκεῖ ῥάβδος ἐπληττε καὶ χειρ ἀνετείνετο, ἐνταῦθα λόγος μόνος ἐπαρκεῖ τῷ θαύματι· ἐκεῖ γογγυσμὸς ἐξηκοῦετο, καὶ ὁ δημιουργὸς ἐνεδολάζεν· ἐνταῦθα μητρὸς μόνη παράκλησις, καὶ τὸ θαῦμα ἐπακολουθεῖ ἀνενδοιαστον· ὅσῳ τῶν πατέρων ὑμεῖς μακαριώτεροι, θεοῦ θεράπων ἐκείνοις ἐτερατούργει· νῦν δ’ ὑμεῖς αὐτὸν ἐκείνον ἔχομεν τὸν τῶν σημείων δεσπότην καὶ τεράτων κύριον, λόγῳ τὰ πρῶτα τὸ πᾶν συνεστήσατο, οὐρανὸν, γῆν, θάλασσαν, ποταμοὺς, τἆλλα πάντα, λόγος καὶ νῦν τὴν ὕδατος φύσιν εἰς οἶνον μετεκίνησε, πίετε τοῦ κοινού τούτου πόματος καὶ πρότερον τούτου τῆς πίστεως· ἤδη τι καὶ νεανιεύσομαι, ὡς μακαρία ἐγώ, μήτηρ θεοῦ καὶ κληθεῖσα καὶ γενομένη, ὦ γάμος οὕτος μακάριος, οὗ καὶ θεὸς γέγονε δαιτυμὼν, καὶ δαιτυμόνες οἶνον θαύματος ἐπινον.