Ancient Greek
503.1
Nicephorus Basilaces, Progymnasmata 503.1
Unproofread scanNot analysed yet
πρόσεμι, θεὸν ἐπιθοῶμαι, σωτῆρα καλῶ, τὸ πάθος εἰς οἴκτον προβάλλομαι, καὶ προβαίνει μοι τὰ τῆς ἐλπίδος εἰς ἔργον καὶ τὰ τῆς θεραπείας ὡς ἀξόρητα, γῆν συνέφυγεν ὕδατι, καὶ φέρων τοῖς ὀφθαλμοῖς ἐπιτίθησι· καὶ τὸ φῶς εὐθὺς ἀνεδίδου, θεὸν ἐγὼ σε θαυρῶν ἀποφαίνομαι, καὶ πρὸ γε ἐμοῦ τὰ τοῦ θαύματος· ὅλον ἐκ πηλοῦ τὰ πρῶτα συνεστήσω τὸν ἄνθρωπον, καὶ νῦν παρὰ μέρος οὐκ ὄντα πηλῷ μεταλλάττεις· ταῦτά σε κηρύττει θεόν, ταῦτα δημιουργὸν ἄνθρωπον, ταῦτα υἱὸν θεοῦ ἐν θνητῷ προσχήματι· ἄ φῶς νῦν σε πρώτως καὶ βλέπω καὶ τέθηπα, ὦ καλὸν ἦλθε δημιούργημα· οἷος ὢν ἡμῖν οὐκ ἐπίλαμπες· τίνα ταύτην ὁρῶ τὴν πολλὴν ὑπὲρ κεφαλῆς ἐπήλυσιν, καὶ ὡς κάτοπτρον διαφαίνει καὶ ὡς ὕδωρ κέχυται. τίς καὶ ὁ καλὸς καὶ μέγας οὗτος ὄροφος, δημιουργὲ βασιλεῦ, ὅσος μὲν ἐπῆρται, ἥλικος δὲ ἀνατέταται, θαυρήετε ὦ πόδες, οὐκέτι προσπταιόντες συντριβήσεσθε, ἀπήλλαχθε μὴ βλεπομένης ὁδοῦ, καὶ βακτηρίας ἡμῖν οὐ δεήσει λοιπόν, ὦ τεχόντος ὦμς γλυκεῖα, νῦν καὶ αὐτὸς ἡμᾶς ὤφρομαι καὶ γονεῖς ἐπικαλέσομαι βεβαιότερον, οὐδὲν ὑμῖν εἰς ἁμαρτίαν τοῦ λοιποῦ διαγνώσομαι. ἀλλ’ ἐφυλαττόμην τῇλιούτῳ θαύματι, ἀπεῖληφα τὴν λειπομένην τῶν αἰσθήσεων καὶ τῆς ἀκοῆς, ὡς τάγε τῆς ὄψεως οὐ δεήσομαι. ὦ ναοῦ κάλλος ἀξόρητον, οὐκέτι σὲ λοιπὸν ὑρ’ ἑτέροις ὀφθαλμοῖς θαυμάσομαι, ἀλλ’ αὐτοῖσι τοῦ θαύματος ἐμπλήσομαι· κἂν εἰς τὴν συναγωγὴν δεῖξῃ με παρελθεῖν οὐ καταπροήσομαι τὴν ἀλήθειαν, ἀλλ’ ἐρῶ πάντα πυθθανομένοις καὶ διηγήσομαι τὴν ἐξ αὐτῶν ᾠδίνων πῆρωσιν, τὴν ἐν τῷ ναῷ προσαίτησιν, τὸν ἐπὶ τούτοις οἴκτον, τὸν ἐπιτεθέντα πηλόν, τὴν ἐκεῖθεν ἀνάβλεψιν, καὶ ἐπὶ πᾶσι τὸν ἰασάμενον.