Ancient Greek
506.2
Nicephorus Basilaces, Progymnasmata 506.2
Unproofread scanNot analysed yet
Ἡδὴ μοι χέρας ἔχει τὰ τοῦ χρηύγματος καὶ γέμει πάντα Χριστοῦ· καὶ ὁ πονηρὸς ἀπελήλεγχται, εἰς ἄθλος ἐλείπετο, καὶ τοῦτον ἐκράτησα· κεῖται μὲν ὁ κατάρατος Σίμων, ὁ πρὶν ὑπερύφελος, ἐπὶ γῆς. πεφοβῆται δὲ τὰ δαιμόνια, ὑφ’ ὧν ἦν ἐκεῖνος μετέωρος, καὶ τὰ τῆς γοητείας εἰς κενὸν ἀπετελεύτησε τῷ δειλαίῳ· πέπτωκεν ἀπ’ οὐρανοῦ βληθεὶς ὁ τοῦ Χριστοῦ καὶ τῆς ἀληθείας πολέμιος, οὐκ ὀλίγην ἐπλήθον γῆν, Ἰουδαίων φθόνον ἐπήνεγκα, Ἑλλήνων μανίαν ἐθαύροσα, βαρβάρων χεῖρας οὐκ ὤκνησα, ἀλλ’ ἦν ἐκεῖ πάντα μοι φορητά· καὶ κρατεῖν ἐποίει τὰ πάντα θαυροῦν, ὅτι καὶ θεὸς ἦν τὸ κήρυγμα· ταῦτα ὁ πονηρὸς ὁ τῆς ἀπιστίας πατὴρ οὐκ ἤνεγκε, καὶ τρόπον ἄλλον ὀπλίζεται· οὐδὲν ἠγήσατο διψῶσαν φόνου χεῖρα βαρβάρων, μικρὸν ἐνόμισε καὶ δεισιδαιμονίαν Ἑλλήνων καὶ τυράννων δεσμούς, οὓς ἡμῖν τοῖς Χριστοῦ μαθηταῖς πολλοὺς πολλάκις ἐχάλκευσεν· ἀλλ’ εἰς μόνον ὁρᾷ τὸν Σίμωνα καὶ τὴν ἐκείνου τέχνην τὴν μάγην, καὶ τὰ ἐκ ταύτης φαντάσματα, κατ’ αὐτῆς