Ancient Greek
509.17
Nicephorus Basilaces, Progymnasmata 509.17
Unproofread scanNot analysed yet
βίαν ἐπεγκαλεῖ, καὶ γνώμην ἀκόλαστον, τῷ σωφρονοῦν- ἐκεῖνος. Par. ἐκείνης. 14 Par. συγχρ. τὴν ἐπιβουλὴν. τι, τῷ βεβιασμένῳ, τῷ πεπονθότι. προσεπιδείκνυσι καὶ 180 σύμβολον, ὅπερ ἐγὼ πρὸς σωφροσύνην ἀπέλιπον. ἐπὶ τούτοις δεσμώτης γίνομαι. καὶ νῦν τὰ τῶν κακουργῶν ὑπῆρχον, μηδὲν κακουργίας μετείληφώς, καὶ δίκας, ὧν οὐ πεπονήρευμαι, δίδωμι. Ὦ φθόνε, καὶ δουλεία, καὶ ἔρως, καὶ εἰρκτή, καὶ πάντα παράλογα. ἔρως ἐπ’ ἐμοὶ τὰ τῶν φθόνῳ δεδύνηται. καὶ πανθ’ ὅποσα φθονούμενος πρότερον, ταῦτα καὶ νῦν ἐρώμενος δεδυστύχηκα. καὶ φθόνος ἀδελφῶν ἀφείλετό μου τὴν ἐσθῆτα τῷ τότε, καὶ νῦν γυναικὸς ἔρως ἐγύμνωσε. λάχχος εἶχε τότε τὸν μηδὲν ἀδικήσαντα, καὶ νῦν εἰρκτή, καὶ δεσμὸς τὸν μη- 181 δὲν κακουργήσαντα. νικῶ σε πάτερ ταῖς συμφοραῖς, καὶ τοῦτο μόνον εὐτυχῆς ἐγώ. φθόνον ἐπαθὸν συγγενή, καὶ τοῦτο μόνον ἔχω τῷ τέχοντι παρόμοιον, μᾶλλον μὲν οὖν ὑπερβαίνω καὶ τοῦτο τὸ μέρος. ὁ γὰρ ὑφ’ ἑνὸς ἐκεῖνος ἀπλοῦν ἐδυστύχησε, τοῦτο πρὸς πολλῶν ἐγὼ πολλαπλάσιον. Ὦ λαμπροτάτων ἐνυπνίων ἐκείνων, ὃ προσκυνῶν ἠλθε, καὶ ἀστέρες ὑποκλινόμενοι, καὶ δουλεύοντα δράγματα, ὕπνος ἀρ’ ἦτε σαφῆς, καὶ τῶν εἰσέπειτα κατῶν τούτων καταγέλως.