Ancient Greek
511.1
Nicephorus Basilaces, Progymnasmata 511.1
Unproofread scanNot analysed yet
ἐδυστύχουν ἐγὼ τὰ ἀνέλπιστα. ἐπὶ τούτοις ἐμενον 183 τὴν δίκην· προὔκaloúμην σύμμαχον τὴν ἀλήθειαν. Θεὸν ἐπευχόμην τὸν πάτριον, ὁ δ’ οὐκ ἐμέλλησεν, ἀλλ’ ἦκεν, ἐπῆμυνε, καὶ τῆς σωφροσύνης ἠμείφατο. καὶ νῦν οὐκέτι δοῦλος ἐγώ, καὶ τὰ κακούργων ἐκπέφευγα. ὡς πάντα μοι φανέντα παράλογα, καὶ φθόνος πρῶην οὐκ ἐλπιζόμενος, καὶ δεσμός, οἷς ἐσωφρόνουν, μὴ προσδοκώμενος, καὶ νῦν φῶς ἐλευθέρον καὶ κακῶν ἀπαλλαγὴ, καὶ λύσις δεσμῶν. ὡς καλὸν καὶ τὸ τῆς σωφροσύνης αὐτόν, καὶ καλοὺς τοῖς δρεπομένοις ἀποδιδῶσι τοὺς καρπούς. οὐκ ἥσχυνε τὸν ἑαυτῆς ἔραστήν ἐμέ, οὐ προέδωκεν οὐδ’ ἡ ταύτης ἀδελφὴ Δίκη τὸν οὕτω παθόντα τὰ ἀδικώτατα. ἀλλ’ ἦκεν ὀψέ μὲν, καὶ μετὰ πολλοὺς τοὺς κινδύνους, ἀλλ’ ἀπέδωκε πάντα σὺν τύχῃ, καὶ τὰς ἐλπίδας ὁ πολὺς οὐκ ἀπήλεξε χρόνος· ἐξείλετο δεσμῶν, συνέξειλετο δουλείας, σοφίας ἐνέπλησε, βασιλεύσων ἐπέδειξε, καὶ τὸ δὴ μείζον, ὅλην Αἴγυπτον 184 ἐχαρίσατο. τοῦτο νῦν ἔχω τοῦ φθόνου τόκον καὶ τῆς εἰροχῆς καὶ τὴν δίκην τῆς μακρᾶς ἀναβολῆς ἐκείνης οἱ μέμφομαι· τίς εἴδε ποτε τηλικαύτην τύχης καινοτομίαν; τίς ἤκουσεν ἐπιπολὴν πραγμάτων οὕτως ἀνέλπιστον; οὐκ ἤδειν ἐξ ἐναντίων τἀναντία καρποῦμενος. ὅτε καλῶς ἔχειν ἐδόκουν, τὰ δεινότατα ἐπασχον. καὶ φαινομένων κακῶν κερδαίνων ἐλάνθανον, καὶ ῥόδα μέλλων τρυγᾶν ἐξ ἀκανθῶν οὐκ ἐγίνωσκον. κατεχουμένη δουλείαν, ὅτε βιοῦν ἐδόκουν τὰ ἐλευθέρια. καὶ νῦν ὅτε μηδ’ ἐλπίς ἐλευθερίας τροφῆς ὑπελείπετο, τὴν φίλην ἐλευθερίαν αὖθις ἀπέβαλον. Ἐδυστύχουν τὰ κακούργων, 185