Ancient Greek
517.3
Nicephorus Basilaces, Progymnasmata 517.3
Unproofread scanNot analysed yet
Ἔχω σε τὸν διώκτην ὁ δραπέτης ἐγώ, ἔχω σε τὸν εἰς ἀναίρεσιν ἕτοιμον, εἰς τὸ παθεῖν ἕτοιμότερον. ὡ τῆς ἐκ θεοῦ τῶν πραγμάτων ἐπιφορᾶς. ἀντέστραπταί σου τὸ βούλημα, καὶ ὁ δράν ἠπείλεις, τοῦτο νῦν αὐτὸς πρόκεισαι. καὶ ὃν λάκκον ὥρυξας, εἰς τοῦτον ἐμπέπτωκας. διώκων ἕάλως, καὶ φεύγων κεκράτησαι, ὑπνῷ βεβλήσθαι, καὶ τὸ σῶμα μετὰ καὶ τῆς φυλακῆς καταβέβληται. κἂν εἰ βούλοιτό τις, ἄπανον τὸ θήραμα. ἐνάλωτος ὁ πολέ- 199 μιος. κεῖται μὲν ὁ φυγαδεύων, ἀφρακτὸς τὴν δεξιάν, ἀφύλακτος τὸ σῶμα. ὡς τάγε τῶν δορυφόρων ὕπνος ἐτρίψατο, καὶ τὴν πολλὴν φυγὴν ἐκείνην διέλυσεν. ἐφέστηκα δὲ ὁ φυγὰς, καὶ τὸ ξίφος ἐγγύς, καὶ ἡ χεὶρ οὐχ ἄνοπλος. τί φης ὁ γενναῖος; διώκεις, ὃν ἐν σπηλαίῳ καθεῖξας; ζητεῖς, ὃν ἔχεις ξυνέστιον; σὺ μὲν ἠπείλεις,