Ancient Greek
519.2
Nicephorus Basilaces, Progymnasmata 519.2
Unproofread scanNot analysed yet
22. Τίνας ἂν εἴποι λόγους ἡ ἐξ’ Ἐδέσσης παρὰ τοῦ Γότθου ἀπατηθεῖσα κόρη. Ὡς ἄρα πιθανώτατόν τι χρήμα γλῶσσα ψευδῆς, 203 καὶ βάρβαρος γνώμη τυραννικώτατον· ταῦτά μου τὴν παρθενίαν ἐσῦλῆσε, ταῦτά μου τὴν παρθενίαν ἐσχύλευσεν. εἶχε μὲν γὰρ μοι τὰ τῆς πατρίδος οὐκ ἀγαθῶς, καὶ κίνδυνος ἐπείκειτο κατὰ κεφαλῆς, καὶ ὅλον ἔθνος 15 κατεπεκύκλου τὴν Ἔδεσσαν, δουλαγωγῆσαι ταύτην βαρβαρικῶς φρονττόμενον, ἔργον θέσθαι μαχαίρας, καὶ ἀφελέσθαι τὸ ἐλευθέριον. ἀλλ’ ἦκει συμμαχικὸν ἀξιοχρεῶν ἀντιπαραταξόμενον πρὸς τὴν ἔφοδον. εἰ μὲν οὖν ὅλον ἐπίορχον, εἰ μὲν οὖν ὅλον βάρβαρον, ἐρωτόληπτον, 20 οὐχ οἶδα, νὴ τὴν δουλείαν ταύτην, ἣν κατακέκρμαι, νὴ τὴν ἐλευθερίαν, ἣν ἀπολώλεκα. ὁ δὲ γε Γότθος ὁ πρὸς τὴν ἐμὴν οὐκ ἀγαθῶ ποδὶ φροτήσας οἰκίαν, βάρ- 204 βαρος τὴν γνώμην, τὴν γλῶσσαν ἐπίορχος, καὶ τὰ πολλὰ τοῖς ἔρωσι χαριζόμενος, εἰδὲ με παρθένον οἰκουρου- 25 μένην παρθενικῶς, καὶ ὅλην οὖσαν παρθένον αἰδοῦ, καὶ συνέσει, καὶ τῷ σοβήματι. ὁ δέ, ἀλλ’ εἰδεν, ἀλλ’ ἐξετάζη τοὺς ὀφθαλμούς, καὶ ὅλην αὐτὴν καρδίαν ὑπερεχάη τῷ ἔρωτι. Ἐγὼ δὲ ἄρα οὐχ ἤδειν· ἐπ’ αὐτοῦ δή τοῦ