Ancient Greek
521.1
Nicephorus Basilaces, Progymnasmata 521.1
Unproofread scanNot analysed yet
ποιμήθη τὰ κύματα, κατ’ ἐμῆς αὐτῆς ὅλον μετεγείρεται τὸ κλυδώνιον, καὶ ἀγριοῦνται τῶν δυστυχημάτων ἡ Θάλασσα, καὶ κύματα τῶν πειρασμῶν ἀλλεπάλληλα. καὶ τῆς ἐλευθερίας δουλείαν ἀλλάσσομαι, καὶ θεραπαινὶς ἀνθ’ ὁμοζύγου, καὶ ἀντὶ δεσποίνης αἰχμάλωτος γίνομαι, ὦ πικρὰς ταύτης μεταβολῆς, ἣν κενῶς μεταβέβλημαι. ὦ πικρῶν ἐκείνων γάμων, ὦ συναλλαγμάτων οὐχ ἐντυχῶν. ἔλαθες ὦ μήτερ ἀντὶ γαμηλίων συμβολαιογραφοῦσα πρᾶ- 208τορα. ἔλαθες ἀργυρολογήσασμένη τὴν θυγατέρα, ἀνθ’ ἂν ἐδόχεις νυμφостоλήσασθαι. ἔλαθες τὸν ὑμέναιον ἄδουσα, τὸν ἐξίτηριον τραγῳδήσασα. οὐχ ἀνὴρ ὁ Γότθος, ἀλλὰ δεσπότης, καὶ σὺν δεσποίνῃ λαμπρῶς ἀνακέκλιται. ἐγὼ δὲ δοῦλη παρίσταμαι, καὶ θεραπαινὶς, ἡ πρὶν ἐλευθέρα καὶ δέσποινα. ὦ τῆς ἐμῆς δυστυχίας, ὦ τῆς σῆς ἀβουλίας, ὦ τῆς ἐμῆς ταύτης πλάνης περὶ τὸν ἄνδρα, ὦ τῆς σῆς ἐκείνης ἀπάτης, ἣν ἐξήπατθσαι. ὀχῶταί μοι τὰ τῆς γαστροῦς, καὶ συνοχῶταί μοι τὸ τῆς δεσποίνης ζηλότυπον. ἐπανθεῖ μοι τῷ προσώπῳ 209τὸ κάλλος, ἢ ποῦ μοι τὸ πᾶν κατεμαράνθη τοῖς δυστυχήμασι, καὶ τὸν θυμὸν ἡ δεσπότις ἐμφαίνει τῷ βλέμματι. ἐρύθημά τι ταῖς παρειαῖς ὀλίγον ἐναπολέλειπται, καὶ ὅλη κάμινος φθόνου περὶ μέσην αὐτὴν ἐκείνης ἐξήπται ψυχήν. καιρὸς ὠδίνων καὶ τοκετοῦ. καὶ τίκτει σοι μήτερ ἡ παῖς, ὦ πικρὰς ταύτης φωνῆς, κατὰ δουλὴν αἰχμάλωτον. καὶ τὸ ζηλότυπον ἐγκυμονούμενον τῇ δεσποίνῃ γεννᾶται πρὸς ὅλην ἀντιπαράταξιν, καὶ κατὰ τοῦ παιδὸς ὀπλίζεται γενναίιστα, συμμάχῳ τῷ δόλῳ χρησάμενον. ἡ δεσπότις ὑποκλέπει τὴν δοῦλην, καὶ θανατοῖ τὸν παῖδα μηδὲν ἀδικήσαντα, τοῖς χείλεσι τοῦ βρέφους, ὦ τῶν ἐμῶν ἐκείνων κενῶν ὠδίνων, ἐγχύσασα δηλητήριον. ὦ βρέφος μηδὲν ἀδικήσαν, καὶ θανὸν ἀδι- 210