Ancient Greek
525.1
Nicephorus Basilaces, Progymnasmata 525.1
Unproofread scanNot analysed yet
χειμῶν, καὶ φθίνουσι τὰ φυτά, καὶ οἷον νεκροῦνται τῷ ψύχει βαλλόμενα. ἡ δὲ κυπάριττος, πάλιν κυπάριττος, καὶ ὅλον ἕαρ ἐνζωγραφεῖ καὶ φύλλοις, καὶ τοῖς ἄλλοις ἀναβλαστήμασιν. ἕχαιρον ὁρῶν τὸ φυτόν. ὡρῶν ὑψίκομον τὸ φυτόν, ὡρῶν ἀνατρέχον εἰς οὐρανόν, καὶ τὸν καρπὸν ἐκαραδόχουν τὸν οὕτω πολλῶν χαρίτων ἐπάξιον. τὰ δ’ ἦσαν ἐλπίδες κεναι, καὶ ἀντικρὺς ὄνειροι, καὶ νῦν 219 κατὰ τὴν παροιμίαν ἄνθρακας εὑρίσκω τοῖς θησαυροῖς, καὶ τῶν περὶ τὴν κυπάριττον μόχθων καρποὺς καρποῦμαι τὰ δάκρυα, καὶ τῷ Προμηθεῖ μὴ σπεισάμενος νῦν 10 ὅλῳ συνανακέχραμαι τῷ Ἐπιμηθεῖ. ὅλον τὸ ὕδωρ διεποτίζω τὴν κυπάριττον. τὰ δ’ ἄλλα τῶν φυτῶν ἀλεψύγη τῷ δίψει, καὶ τέτηκε μονονοχί, καὶ ἀδυχίας ἐπεγκαλοῦντα τὸν φυτουργόν, ὅτι μὴ φυτουργεῖται κατὰ τὴν ἄκαρπον ταύτην κυπάριττον· ἐγὼ δὲ ἤρα τῷ εὐθαλεῖ πεπλάνημαι τοῦ φυτοῦ, τῷ εἰσταλεῖ τὴν ὄψιν σεσῦλημαι. τῷ οὕτως ἰδυτευεῖ κενὰς ἐλπίδας ἀπεθσαύρισα, καὶ νῦν 220 ἐκτέτηχα τοῖς ὀφθαλμοῖς χαρισάμενος. εἰ γοῦν κατὰ τοὺς εὐήθεστερους τῶν ἀλιέων καὶ φυτουργῶν νοῦν οἶσει πληγεῖς, μετοχτενῶ τὸ ὕδωρ ἐπὶ τὰ λάχανα, ἐπιμελήσομαι τῶν φυτῶν, ἀνακαθάρω τοὺς ὀχετοὺς, δειδροχομήσω τὰ νοσήσαντα τῶν φυτῶν, χαίρειν εἰπὼν τῇ κυπαρίττῳ, καὶ ταῖς ταύτης ἀναβολαῖς. κἂν τὸ ἰδυτευὲς προβάλλῃται, κἂν τὸ εὐσταλὲς, ἀντιπαραθήσω ταύτης τὸ ἄκαρπον, γνωμολογούμενος προσφορώτατα, ὡς οὐδενὸς λόγου πριαίμην βροτῶν, ὅστις κεναῖς ἐλπίσι θερμαίνεται.