Ancient Greek
Book 6
Nicias Epigr., Epigrammata 6
Not analysed yet
ΝΙΚΙΟΥ
Μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια,
τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ; —
„Μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα
ἐν προμάχοις Ὀδρύσας δήιον ἂμ πεδίον. “
ΝΙΚΙΟΥ
Μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηι
ἐκπρολιποῦσα χορῶν παρθενίων ἀίειν
Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μ' ἔθηκεν,
λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.
ΝΙΚΙΟΥ
Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα,
Εἰλήθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς,
ὥς σε μετ' εὐχωλαῖς ἐκαλέσσατο λευγαλέας οἱ
κῆρας ἀπ' ὠδίνων τῆλε βαλεῖν λοχίων.