Ancient Greek · ~4 min
1 to 3
NICOCLES LACEDAEMONIUS, Fragmenta 1-3
Not analysed yet
Ἀλλὰ μὴν οὐδ ̓ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ ̓ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ, καὶ Διοσκουρίδης ἐν δευτέρῳ Πολιτείας, καὶ Ἀριστοκλῆς (scr. Νικοκλῆς) ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας. Ἔστιν ἡ παρασκευὴ τῶν λεγομένων ἐπαίκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή. Ἣν μὲν γὰρ τοῖς παισὶ παρέχουσι, πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής. Ἄλφιτα γάρ ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα. Περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει· «Διακούσας δὲ πάντων ὁ ἔφορος ἤτοι ἀπέλυσεν ἢ κατεδίκασεν. Ὁ δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν ἢ καμματίσιν· ἔστι δὲ τὰ μὲν κάμματα ψαιστὰ, αἱ δὲ καμματίδες αἷς [ἐν αἷς Coraes] κάπτουσι τὰ ψαιστά.» Ῥαψῳδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς. Σκάλοψ, ὁ σπάλαξ λέγεται παρὰ Ἀττικοῖς, καὶ λέγει Νικοκλῆς σκάλοπας, ὡς παρ ̓ Ἀριστοφάνει· ὁ κεκαλυμμένους ἔχων τοὺς ὄπας.