Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_NICOCRATES
NICOCRATES, Fragmenta 1
Not analysed yet
Ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ γίνεται. Κατὰ γὰρ τὰς ἐτησίους τοῦ Διονύσου τελετὰς, ὀργιαζουσῶν τῶν μυστίδων γυναικῶν, βλαστάνουσιν αἱ καλούμεναι ἐφήμεροι ἄμπελοι, αἵτινες ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτ ̓ αὖ πάλιν βότρυας βαρυτάτους (καὶ τοὺς) πρὸ μεσημβρίας πεπαίνουσι, ὥστε πρὸς τὴν ἑσπέραν δρεπόμενοι ἄκρατον χορηγεῖν δαψιλὲς ταῖς ἀπὸ τοῦ χοροῦ παρθένοις. Οὐδεμία δὲ ἔνδεια γίνεται ὑπ ̓ αὐτοῦ κατ ̓ ἐχομένην τὴν ἡμέραν, ἀλλ ̓ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύεται. Νικοκράτης δὲ ἐν τῷ Περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητὴν, ἀλλ ̓ ἑτέραν τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἣν καὶ παραδοξολογίας τις εἶναι μυθεύεται· τοὺς γὰρ προσορμίζοντας τῇ νήσῳ νυκτὸς ἅπαντας ἀφανεῖς γίνεσθαι, διὸ μηδὲ προσπελάζειν τινά.