Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 12
Not analysed yet
Ὅτι ὁ Στρυαγγαῖος (1) μετὰ τὴν ἀναίρεσιν Μαρμάρεω (2) τοῦ Σακῶν βασιλέως εἴχετο ἔρωτι Ζαριναίας (3) σιγῇ πάλαι· κἀκείνη δὲ αὐτοῦ. Καὶ ἐπεὶ πλησίον γίνεται ὁ ἀνὴρ Ῥωξανάκης (4) τῆς πόλεως, ἔνθα Σάκαις τὸ βασίλειον ἦν, ὑπήντησεν αὐτῷ Ζαριναία, καὶ θεασαμένη σὺν πολλῇ χαρᾷ ἐδεξιοῦτό τε αὐτὸν, καὶ ἐφίλησε πάντων ὁρώντων, εἴς τε τὸ ἄρμα αὐτοῦ μετενέβη (5), καὶ διαλεγόμενοι ἧκον εἰς τὸ βασίλειον. Ὑποδέχεται δὲ ἡ Ζαριναία καὶ τὴν ἑπομένην αὐτῷ στρατιὰν λαμπρότατα. Ἐκ τούτου ἐπὶ (6) τὴν αὐτοῦ καταγωγὴν Στρυαγγαῖος ἀπελύετο, ὑποστενάζων διὰ τὸν Ζαριναίας ἔρωτα. Οὐ καρτερῶν δὲ κοινοῦται τῷ πιστοτάτῳ τῶν εὐνούχων, οἳ συνείποντό οἱ. Ὁ δὲ (7) θαρρύνας αὐτὸν, παρῄνει τὴν πολλὴν ἀτολμίαν ῥίψαντα, αὐτῇ εἰπεῖν Ζαριναίᾳ. Καὶ ὃς, πεισθεὶς, ἀναπηδήσας ᾤχετο παρ ̓ αὐτήν· ἀσμένως δὲ ἐκείνης παραδεξαμένης αὐτὸν, πολλὰ διαμελλήσας καὶ στενάξας καὶ μεταβαλὼν τὸ χρῶμα, ἐτόλμησεν ὅμως, καὶ εἶπε πρὸς αὐτὴν, ὡς δι ̓ ἕρωτος εἴη σφοδροῦ καιόμενος τῷ πόθῳ αὐτῆς. Ἡ δὲ πρᾴως μάλα ἀναινομένη, καὶ ἑαυτῇ ἔφη τὸ πρᾶγμα ἐπαισχὲς εἶναι καὶ βλαβερὸν, κἀκείνῳ πολὺ αἴσχιον καὶ βλαβερώτερον, γυναῖκα ἔχοντι Ῥοιταίαν τὴν Ἀστιβάρα θυγατέρα, ἣν ἀκούειν (8) πολὺ καλλίω καὶ αὐτῆς εἶναι καὶ ἄλλων πολλῶν γυναικῶν. Δεῖν οὖν αὐτὸν μὴ πρὸς πολεμίους μόνον ἀνδρίζεσθαι, ἀλλὰ καὶ πρὸς τὰ τοιαῦτα, ἐπειδάν τι προσπέσῃ τῇ ψυχῇ· καὶ μὴ βραχείας τέρψεως χάριν, ἣν καὶ ἐκ παλλακίδων οἷόντ ̓ ἔχειν, τὸν πολὺν ἀνιᾶσθαι χρόνον, εἰ αἴσθοιτο Ῥοιταία. Τοῦτ ̓ οὖν μεθέντι ἔφη ἄλλο τι αἰτεῖσθαι· οὐδενὸς γὰρ ἀτυχήσειν παρ ̓ αὐτῆς. Ὁ μὲν δὴ, τοιαῦτα εἰπούσης, ἐπὶ πολὺ ἥσυχος ἦν, αὖθις δ ̓ ἀσπασάμενος αὐτὴν ἀπέρχεται, καὶ ἐν πλέονι (9) ἀθυμίᾳ ἦν, πρός τε τὸν εὐνοῦχον ὠδύρετο. Τέλος δὲ γράψας εἰς διφθέραν ἐξώρκωσε τὸν εὐνοῦχον, ἐπειδὰν αὑτὸν διαχρήσηται, μηδὲν προκατειπόντα, τὴν διφθέραν ἀποδοῦναι Ζαριναίᾳ. Ἐγέγραπτο δὲ, «Στρυαγγαῖος Ζαριναίᾳ λέγει τάδε· Ἐγὼ μέν σε ἔσωσά τε καὶ τῶν νὺν παρόντων ἀγαθῶν αἴτιος γέγονα· σὺ δέ με ἀπέκτεινας καὶ πάντων ἀνόνητον πεποίηκας. Εἰ μὲν οὖν σοι ταῦτα πέπρακται δικαίως, σύ τε (10) πάντων τύχοις τῶν ἀγαθῶν καὶ εἴης μακαρία· εἰ δὲ ἀδίκως, σύ τε τοῦ αὐτοῦ πάθους ἐμοὶ πεῖραν λάβοις· σὺ γάρ (11) μοι παρῄνεσας τοιοῦτον γενέσθαι.» Ταῦτα γράψας ὑπὸ τῷ προσκεφαλαίῳ τίθησι, καὶ εἰς ᾅδου ἀπιὼν ἀνδρείως τὸ ξίφος ᾔτει. Ὁ δὲ εὐνοῦχος****. [Λείπουσι δύο σελίδες.]