Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 123
Not analysed yet
Γαλακτοφάγοι, Σκυθικὸν ἔθνος, ἄοικοί εἰσιν, ὥσπερ καὶ οἱ πλεῖστοι Σκυθῶν, τροφὴν δ ̓ ἔχουσι γάλα μόνον ἵππειον, ἐξ οὗ τυροποιοῦντες ἐσθίουσι καὶ πίνουσι, καὶ εἰσι διὰ τοῦτο δυσμαχώτατοι, σὺν αὑτοῖς πάντη τὴν τροφὴν ἔχοντες. (2) Οὗτοι καὶ Δαρεῖον ἐτρέψαντο. (3) Εἰσὶ δὲ καὶ δικαιότατοι, κοινὰ ἔχοντες τά τε κτήματα καὶ τὰς γυναῖκας, ὥστε τοὺς μὲν πρεσβυτέρους αὐτῶν πατέρας ὀνομάζειν, τοὺς δὲ νεωτέρους παῖδας, τοὺς δ ̓ ἥλικας ἀδελφούς. (4) Ὧν ἦν καὶ Ἀνάχαρσις, εἷς τῶν ἑπτὰ σοφῶν νομισθεὶς, ὃς ἦλθεν εἰς τὴν Ἑλλάδα, ἔνα ἱστορήσῃ τὰ τῶν Ἑλλήνων νόμιμα. (5) Τούτων καὶ Ὅμηρος μέμνηται ἐν οἷς φησιν· Μυσῶν τ ̓ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, Γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων. Ἅβίους δ ̓ αὐτοὺς λέγει ἢ διὰ τὸ γῆν μὴ γεωργεῖν ἢ διὰ τὸ ἀοίκους εἶναι ἢ διὰ τὸ χρῆσθαι τούτους μόνους τόξοις· βιὸν γὰρ λέγει τὸ τόξον. (6) Παρὰ τούτοις οὐδὲ εἷς οὔτε φθονῶν, ὥς φασιν, οὔτε μισῶν οὔτε φοβούμενος ἱστορήθη διὰ τὴν τοῦ βίου κοινότητα καὶ δικαιοσύνην. (7) Μάχιμοι δ ̓ οὐχ ἧττον αὐτῶν αἱ γυναῖκες ἢ οἱ ἄνδρες, καὶ συμπολεμοῦσιν αὐτοῖς ὅταν δέῃ, καὶ διὰ τοῦτο Ἀμαζόνας γενναιοτάτας εἶναι, ὥστε ποτὲ ἐλάσαι μέχρις Ἀθηνῶν καὶ Κιλικίας, ὅτι τούτων παρῴκουν ἐγγὺς τῆς Μαιώτιδος λίμνης.