Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 14
Not analysed yet
Ὅτι Ἀμφίων καὶ Ζῆθος οἱ τῆς Ἀντιόπης υἱοὶ, γεννηθέντες καθ ̓ ὁδὸν (1) ἐξετέθησαν. Λύκου δὲ τῆς βασιλείας ἐκπεσόντος, καὶ Λαίου ἤδη βασιλέως καταστάντος ὑπὸ Καδμείων, Ζῆθος καὶ Ἀμψίων ἐφοίτων ἐκ τοῦ Κιθαιρῶνος εἰς Θήβας πρὸς τὸν Λύκον καὶ τὴν μητέρα· καὶ ᾔδεσαν οἷα πάσχει καὶ ἥτις εἴη, οὐ μέντοι μόνοι ἐδύναντο ἀφικέσθαι εἰς λόγους· εἴργετο (2) γὰρ τὰ πολλὰ ὑπὸ τῆς Δίρκης. Λαίου δὲ βασιλεύοντος, ἀφικομένοις εἰς τὸν Λύκου κῆπον ἡ μήτηρ αὐτῶν Ἀντιόπη ὑδρευομένη διψῶσι τὸν γαυλὸν προσσχοῦσα πιεῖν ἔδωκεν καὶ μονωθεῖσα ὠδύρετο τὰς πάθας, προπεπυσμένη ὅτι παῖδές εἰσιν αὐτῆς, ἱκέτευέ τε ἀμφιπίπτουσα τὴν μητέρα κακῶν ἐξελέσθαι, ἐδήλωσέ τε ὅτι ταῦτα πάσχοι διὰ τὸν ἐκείνων τόκον. Οἱ δ ̓ ἐπεὶ πάντα ἔγνωσαν, ἀχθόμενοι τοῖς κακοῖς τῆς μητρὸς, Λύκον εὐθέως ἀπέκτειναν, καὶ Δίρκην καταλεύσαντες εἰς ποταμὸν ἔρριψαν, ὃς, ἀπὸ τοῦ πάθους Δίρκη καλεῖται. Λάϊος δ ̓ αὐτοῖς συνέγνω ταῦτα δράσασι, καὶ τὸν Λύκου καὶ Νυκτέως οἶκον ἔδωκεν ἀνθ ̓ ὧν ἠδίκηντο. Καὶ οὕτω μητέρα ἐρρύσαντο.