Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 22
Not analysed yet
Τόρρηβος, πόλις Λυδίας, ἀπὸ Τορρήβου τοῦ Ἄτυος. Τὸ ἐθνικὸν Τορρήβιοι, καὶ θηλυκὸν Τορρηβίς. Ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος καλεόμενον (1) καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ. Κάριος δὲ Διὸς παῖς καὶ Τορρηβίας, ὡς Νικόλαος τετάρτῳ· ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπ ̓ αὐτοῦ Τορρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη, καὶ αὐτὸς [τοὺς] 2) Λυδοὺς ἐδίδαξε, καὶ τὰ μέλη· διὰ τοῦτο Τορρήσια ἐκαλεῖτο.