Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 24
Not analysed yet
Ὅτι Μόξος ὁ Λυδὸς, πολλὰ καὶ καλὰ ἐργασάμενος, καὶ τὸν Μήλην (1) τῆς τυραννίδος καθελὼν, τοῖς Λυδοῖς παρεκελεύσατο τὴν δεκάτην ἀποδοῦναι, καθὰ (2) ηὔξατο, τοῖς θεοῖς. Οἱ δὲ ἐπείθοντο, καὶ ἀπαριθμοῦντες τὰ κτήματα ἐξῄρουν τὴν δεκάτην ἁπάντων, καὶ κατέθυον. Ἐκ τούτου μέγιστος αὐχμὸς (2) καταλαμβάνει Λυδίαν, καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείαν (4) κατέφευγον. **Πολλὰς δὲ στρατείας λέγεται πεποιῆσθαι οὗτος ὁ ἀνδρείᾳ καὶ δικαιοσύνῃ. Ταῦτα δὲ πράξας αὖθις ἐπὶ τὴν Κράβον (5) ἐστάλη, καὶ πολὺν χρόνον αὐτὴν πολιορκήσας εἷλε (6) καὶ ἐπόρθησε, τοὺς δὲ ἀνθρώπους εἰς τὴν πλησίον λίμνην ἀγαγὼν οἷα ἀθέους (7) ἐπόντωσεν.