Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 32
Not analysed yet
Ἡ δὲ Πελοπόννησος τρεῖς ἔχει ἐπωνυμίας, ὡς Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τετάρτῃ Ἱστορίᾳ· «Μέγιστον οὖν τῶν τότε ἴσχυον οἱ Πελοπίδαι, καὶ ἡ Πελοπόννησος εἰς αὐτοὺς ἀφεώρα, καὶ αὐτὸ τοὔνομα ἔχουσα ἀπ ̓ ἐκείνων, τρεῖς ἔδη πρότερον ἀλλάξασα τὰς ἐπωνυμίας. Ἐπὶ μὲν γὰρ Ἄπεως τοῦ Φορωνέως ἐκαλεπῖτο Ἀπίη, ἐπὶ δὲ Πελασγοῦ τοῦ αὐτόχθονος Πελασγία, ἐπὶ δὲ Ἄργου καὶ αὐτὴ ὁμωνύμως ἐκαλεῖτο Ἄργος, ἐπὶ δὲ Πέλοπος τοῦ τὸν Οἰνόμαον νικήσαντος Πελοπόννησος ἔσχε τοῦτο τὸ κύριον ὄνομα.»