Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 5.1
Not analysed yet
Ὅτι ἐστράτευσεν ἐπὶ τὴν Ἀραβίαν Ἡρώδης (1), οὐ συνδοκοῦν Καίσαρι, ἐφ ̓ οἷς ἐκεῖνος ἠφίει φωνὰς, καὶ ὀργὴν εἶχε χαλεπὴν εἰς τὸν Ἡρώδην, ἐπέστειλέ τε αὐτῷ πικρότατα, καὶ τοὺς ἥκοντας παρ ̓ αὐτοῦ πρέσβεις οὐ κατὰ κόσμον ἀπέλυσεν· ἀφικόμενος δ ̓ ὡς Καίσαρα Νικόλαος οὐ μόνον τῶν ἐγκλημάτων ἐρρύσατο Ἡρώδην, ἀλλὰ καὶ τὴν ὀργὴν ἀπέστρεψεν ἐπὶ τοὺς κατηγόρους. Ὁ μὲν οὖν Ἄραψ ἤδη ἐτεθνήκει, τοῦ δὲ διοικητοῦ ἤδη κατέγνω πεισθεὶς (2) τῇ Νικολάου κατηγορίᾳ, καὶ ὕστερον εὑρὼν κάκιστον ἀπέκτεινεν. Ἐν τούτῳ δὲ Ἡρώδου ὁ οἶκος ἐταράχθη (3), τοῦ πρεσβυτάτου τῶν υἱέων τοὺς μετ ̓ αὐτὸν δύο διαβαλόντος ὡς (4) ἐπιβουλεύοντας τῷ πατρὶ, οἳ τῇ μὲν ἡλικίᾳ μετ ̓ αὐτὸν ἦσαν, ἀξιώματι δὲ πρότεροι διὰ τὸ ἐκ βασιλίδος γεγονέναι, τὸν δὲ ἐξ ἰδιώτιδος γυναικός (5). Πρὶν δὲ ἐλθεῖν ἐκ Ῥώμης Νικόλαον, ἐν συνε- δρίῳ (6) κατεδικάσθησαν οἱ νεανίσκοι, [καὶ] παρωξυσμένος εὖ μάλα ὁ πατὴρ ἔμελλεν αὐτοὺς ἀναιρήσειν· καταπλεύσαντι δὲ Νικολάῳ (7) περὶ τῶν γεγονότων ἀπήγγελλε, καὶ σύμβολον ἐποιεῖτο. Ὁ δὲ αὐτῷ παρῄνεσεν ἀποθέσθαι αὐτοὺς ἔν τινι τῶν ἐρυμάτων, ἄχρις ἂν ἐν τῷ πλέονι χρόνῳ βουλεύσαιτο περὶ αὐτῶν ἄμεινον, μὴ δοκοίη ὑπ ̓ ὀργῆς προαχθεὶς ἀνήκεστόν (*)τι γνῶναι περὶ τῶν ἀναγκαίων. Αἰσθόμενος δὲ τοῦτο Ἀντίπατρος τόν τε Νικόλαον ὑπέβλεπε καὶ ἄλλους ἐπ ̓ ἄλλοις αὐτὸς καθιεὶς τὸν πατέρα ἐφόβει, ὡς αὐτίκα μάλα ἀναιρεθησόμενον ὑπὸ τῶν νεανίσκων διεφθαρκότων καὶ τὸ στρατιωτικὸν ἅπαν, ὡς ἔφη, καὶ τοὺς ἀπὸ τῆς θεραπείας, εἰ μὴ διαταχέων ἐκποδὼν αὐτοὺς ποιήσαιτο. Καὶ ὃς δείσας περὶ αὐτοῦ θᾶττον ἢ κάλλιον ἐβουλεύσατο, οὐδὲν ἔτι μεταδοὺς (8) Νικολάῳ, ἀλλὰ νύκτωρ τοὺς ἀναιρήσοντας ὑποπέμψας. Καὶ Οἱ μὲν ἀπέθανον, Ἡρώδῃ (9) δὲ τῶν συμπάντων ἤδη γίνεται κακῶν ἀρχὴ, τὰ πρὸ τούτων εὖ ἑστώτων αὐτῷ τῶν πραγμάτων. Ἐχθρὸν δ ̓ ἠγεῖτο Ἀντίπατρος Νικόλαον, ἀνελὼν τοὺς ἀδελφοὺς, ἐμισεῖτό γε μὴν δεινόν τι μῖσος οὐχ ὑπὸ τῆς βασιλείας μόνον ἀλλὰ καὶ τῆς Συρίας καὶ τῶν πέραν οἰκούντων. Ἐχώρει δὲ ὁ λόγος καὶ εἰς Ῥώμην, καὶ οὐδεὶς ἦν, οὔτε μέγας οὔτε μικρὸς, ὃς οὐκ ἐμίσει τὸν ἄνθρωπον δι ̓ ἀμφότερα, καὶ ὅτι πολὺ κρείττους αὐτοῦ ἀδελφοὺς ἀπέκτεινε, καὶ ὅτι τὸν πατέρα ἔπεισε τοιούτου προσάψασθαι μύσους καὶ τὴν προϋποῦσαν (10) εὔνοιαν αἰσχῦναι. Ἐπεὶ δ ̓ οὖν τὰ ἀκόλουθα δρῶν τοῖς προτέροις ἀνὴρ (11) καὶ ἐπὶ τὸν πατέρα ὥρμησε, θᾶττον ἐπειγόμενος τὴν βασιλείαν λαβεῖν, καὶ τὸ φάρμακον ἐώνητο ἐξ Αἰγύπτου (12), ὅπερ ἐμήνυσεν εἷς τῶν κοινωνούντων τῆς πράξεως, ἐβασάνιζέ τε (13) τοὺς οἰκέτας αὐτοῦ ὁ πατὴρ, οἳ δὴ τὸ σύμπαν φανερὸν ἐποίησαν, ὡς καὶ τὴν τηθίδα ἔμελλεν ἀναιρήσειν, καὶ τοὺς ἄλλους ἀδελφοὺς ὄντας τούς τε τῶν ἀνῃρημένων παῖδας, ὡς μηδεὶς λείποιτο κληρονόμος. Ἐτύρευσε δέ τι μιαρὸν (14) καὶ εἰς τὸν οἶκον Καίσαρος, πολὺ μεῖζον τῶν εἰς τὸ γένος παρανομημάτων. Ἧκε μὲν ὁ τῆς Συρίας στρατηγὸς Οὔαρος καὶ οἱ ἄλλοι ἐπιμεληταί· καθίζει δὲ συνέδριον ὁ πατὴρ αὐτοῦ· παρηνέχθη δὲ εἰς μέσον τὸ φάρμακμον, καὶ αἱ τῶν οἰκετῶν βάσανοι τά τε ἐκ Ῥώμης γράμματα (15)· Νικολάῳ δὲ τὸν ἀγῶνα ἐπέτρεψεν ὁ βασιλεύς (16). Κατηγόρει μὲν οὗτος, ἀπελογεῖτο δὲ Ἀντίπατρος, ἔκρινεν δὲ Οὔαρος μετὰ τῶν φίλων. Καταδικάζεται δ ̓ οὖν Ἀντίπατρος καὶ τὴν ἐπὶ θανάτῳ παραδίδοται (17). Νικόλαος δὲ καὶ τότε παρῄνει πέμπειν αὐτὸν ἐπὶ Καίσαρα, ἐπεὶ καὶ εἰς αὐτὸν ἠδίκησεν, καὶ ὅ τι ἂν ἐκεῖνος γνῷ, τοῦτο πράττειν. Ἔφθη δὲ τὰ παρὰ Καίσαρος γράμματα ἥκοντα καὶ τῷ πατρὶ κολάζειν αὐτὸν ἐπιτροπεύοντα (18). Καὶ ὁ μὲν ἐκολάσθη. Ἀπέκτεινε δὲ καὶ ὁ Καῖσαρ τὴν συγκακουργήσασαν αὐτῷ ἀπελευθέραν. Οὐδεὶς δὲ ἦν ὃς οὐχὶ Νικόλαον* κάλλιστα κατηγορήσαντα τοῦ πατραλοίου τε καὶ ἀδελφοκτόνου (19). Μετὰ δὲ ταῦτα ὀλίγου χρόνου διελθόντος, τελευτᾷ Καὶ ὁ βασιλεύς (20)· καὶ τὸ ἔθνος ἐπανίσταται τοῖς τέκνοις αὐτοῦ καὶ τοῖς Ἕλλησιν. Ἦσαν δὲ πλείους μυρίων. Γενομένης δὲ μάχης, νικᾷ τὸ Ἑλληνικόν· καὶ ὁ διάδοχος Ἀρχέλαος εἰς Ῥώμην πλέων ἕνεκα τῆς ὅλης ἀρχῆς, μετὰ τῶν ἄλλων ἀδελφῶν (21) παρακλεῖ συμπλεῦσαι Νικόλαον, ἀναχωρεῖν ἤδη ὡς ἑαυτὸν ἐγνωνκότα· καὶ γὰρ ἦν περὶ ξ’ ἔτη (22). Συνέπλευσεν οὖν· καὶ εὗρεν πάντα κατηγόρων πλέα ἐπὶ τὸν Ἀρχέλαον. Χωρὶς μὲν γὰρ ὁ νεώτερος ἀδελφὸς τῆς βασιλείας ἀντεποιεῖτο, χωρὶς δ ̓ οἱ συγγενεῖς ἅπαντες κατηγόρουν αὐτοῦ, οὐ τῷ νεωτέρῳ συναγωνιζόμενοι (23)· ἐπρεσβεύσαντο δὲ και αἱ ὑφ’ Ἡρώδῃ Ἑλληνίδες πόλεις (24), αἰ- τούμεναι τὴν ἐλευθερίαν παρὰ Καίσαρος· καὶ, ὅλον δὲ τὸ Ἰουδαίων, ἔθνος (24*) ἐπεκάλουν φόνον τρισχιλίων ἀνδρῶν τῶν ἐν τῇ μάχῃ πεσόντων· καὶ ἠξίουν (25) μα- λιστα μὲν ὑπὸ Καίσαρι εἶναι, εἰ δὲ μὴ, ὑπὸ γε οὖν τῷ νεωτέρῳ ἀδελφῷ. Τοσούτον δὲ δικῶν ἐγπηγγελμένων, ἀγωνισάμενος ὑπὲρ Ἀρχελάου Νικόλαος τὸν πρὸς τοὺς συγγενεῖς ἀγῶνα πρῶτος κατώρθωσεν (26), ἔπειτα δὲ τὸν πρὸς τοὺς ὑπηκόους Ἰουδαίους· τὸν μέντοι πρὸς τὰς Ἑλληνίδας πόλεις οὐκ ἠξίου, ἀλλὰ καὶ Ἀρχελάῳ πα- ρῄνει μὴ (27) ἐναντιοῦσθαι αὐταῖς ἐλευθερίας γλιχομέ- ναις· ἀρκεῖν γὰρ αὐτῷ τὴν ἄλλην δυναστείαν. Ὁμοίως δ’ οὐδὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἠξίου ἀγωνίζε- σθαι (28) διὰ τὴν πρὸς τὸν κοινὸν αὐτῶν πατέρα φιλίαν. Διῄτησε δὲ Καῖσαρ (29) τὸ ὅλον, ἑκάστῳ τῶν παί- δων μέρος ἀποδοὺς τῆς ἀρχῆς, τὴν δ’ ἡμίσειαν μοῖραν Ἀρχελάῳ. Καὶ Νικόλαον μὲν ἐτίμησεν ὁ Καῖσαρ, Ἀρχέλαον δὲ ἐθνάρχην κατέστησεν· ὑπέσχετο δὲ, εἰ αὑτὸν (30) ἄξιον παρασκευάσειε, καὶ βασιλέα ταχὺ ποιήσειν· τοὺς δὲ μετ’ αὐτὸν ἀδελφοὺς, Φίλιππον καὶ Ἀντίπαν (31), τετράρχας ἀπέδειξεν.