Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 6.1
Not analysed yet
Ὅτι πάνθ’ ὅσα παρήγγελλεν, ἐπὶ τῶν ἔργων διεξῄει αὐτῶν, καὶ ἀπεδείκνυτο χρημάτων μὲν ὢν κρείττων, θᾶττον (1) δὲ λαμπρότατα ἐφιλοτι- μήθη, οὐθέν τε ὧν μὴ δεῖ ἐφάνη χρημάτων ἕνεκα πε- ποιηκώς. Ἡδονῆς δὲ (ὃ τάχα τῳ θαυμαστὸν ἂν εἴη) ᾑστινοσοῦν (2) κατεφρόνει, καὶ ταῦτα βασιλεῦσί τε καὶ ᾗγεμόσι συνὼν πολλάκις· ἦν γὰρ αὐστηρὸς φύσει, καὶ ἐναντίος πρὸς αὐτὴν, καὶ ἀνδραποδώδεις νομίζων τοὺς τῶν ἀπολαύσεων τῶν τοιούτων ἥττους· ἓπαινετής τε αὐταρκείας ἀεὶ καὶ ἁπλότητος (3), καίτοι γ’ ἐν οἷς δεῖ λαμπρύνεσΟαι μεγαλοπρεπὲς, οὐ γλίσχρος, ἦν, ὡς μὴ δόξαν ἀνελευθερίας λάβοι. Πρός γε μὴν πόνους καὶ καρτερίαν, εἴ ποτε δέοι, πάντων ἀοκνότατος, οὐκ ἓν νεότητι μόνον, ἀλλὰ καὶ ἐν γήρᾳ, καὶ ὅπη κίνδυνος καταλάβοι ἐκ πολεμίων ἢ λῃστῶν, ἢ διὰ νόσον, ἢ χει- μῶνα κατὰ Θάλατταν, ἢ ἄλλως πῶς, οὕτω δὴ σφόδρα εὔψυχος ἦν, ὥστε καὶ τοῖς ἄλλοις ἀεὶ θαρρεῖν παρεῖχεν, ὁπόσοι κοινωνοὶ ἦσαν αὐτῷ τοῦ κινδύνου. Πρός γε μὴν τὸ δίκαιον ἀκλινὴς οὕτω καὶ ἀθώπευτος, ὥστε καὶ ἀπειλὰς ἐνεγκεῖν τινῶν ᾗγεμόνων ποτὲ δικάζων ὑπὲρ τοῦ μὴ τοῦτο παραβῆναι, Πολλοὶ (4) γὰρ αὐτὸν ᾑροῦντο καὶ δικαστὴν καὶ διαιτητὴν, φανερᾶς εἷς πάντας αὐτοῦ τῆς δικαιοσύνης γενομένης, ἔω τε συμβολαίοις καὶ (5) ταῖς πρὸς τοὺς ἰδιώτας κοινωνίαις οὐδεὶς πώποτε αὐτὸν ἐμέμψατο, οὐδ’ εἴ τις πονηρὸς εἴη, διὰ τὴν ἐπιείκειαν· οὐδὲ γὰρ μαρτύρων ἔδει πρὸς αὐτὸν ἢ συμ- βολαίων, ἀλλ’ ὅ τι ἀν ὁμολογήσειε (6), βέβαιον ἦν. Κοσμιότητα δὲ (7) καὶ σωφροσύνην οὐδεὶς αὐχήσει πλείω κατὰ τὸ ἦθος, ἔν τε ἀγοραῖς καὶ ὁδοῖς **[Λείπουσι δύο σελίδες.] **καὶ διατριβῶν παρακολουθεῖν εὐδοξίαν τε καὶ τιμὴν τῷ φιλοσόφῳ καὶ ἄλλας χάριτας καὶ ὠφελείας παρὰ τῶν δυνατῶν, οὐκ εἶναι δὲ (8) πόνου ἀλλότριον. Τίνι γὰρ ἀν μᾶλλον ἁρμόττοι ταῦτα καρποῦσθαι ἀπὸ τοῦ βελτίστου καὶ σπουδαιοτάτου γιγνόμενα ἢ τῷ τοιούτῳ; οὐ γὰρ δὴ τῷ φαύλῳ καὶ οὐδενὸς ἀξίῳ. Χρήσεται γὰρ αὐτοῖς ἀφύρτος τε καὶ ἐμμελῶς, καθὼς Νικόλαος τῷ γνώριμος εἶναι καὶ εὔπορος εἰς οὐδὲν ἄτοπον (9) ἐχρή- σατο, ἀλλ’ εἰς μετριότητά τε καὶ δημοτικὴν φιλανθρω- πίαν· πόλεως μὲν οὔποτ’ ἀφ’ ἑτέρας οἰόμενος δεῖν, ἀλλ’ ἀπὸ τῆς αὑτοῦ προσαγορεύεσθαι· κατεγέλα δὲ καὶ τῶν καθ’ αὑτὸν σοφιστῶν, οἳ μεγάλοις τιμήμασιν ἐωνοῦντο Ἀθηναῖοι ἢ Ῥόδιοι καλεῖσθαι, βαρυνόμενοι τὴν ἀδοξίαν τῶν πατρίδων (ἔνιοι δὲ καὶ συνέγραψαν περὶ τοῦ μὴ εἶναι ἀφ’ ἧς πόλεως ἦσαν, ἀλλ’ ἀπό τινος τῶν δι’ ὀνό- ματος Ἑλληνίδων), ὁμοίους τε ἀπέφαινε τοῖς τοὺς ἑαυ- τῶν γονέας βαρυνομένοις. Ὁτι ᾐτιῶντό τινες τὸν Νικόλαον πλεῖστα χρήματα παρὰ φίλων λαβόντα, οὐ σώζειν (10) αὐτὰ, καὶ ὅτι τὰς πλείους διατριβὰς ἐποιεῖτο μετὰ τῶν δημοτικῶν, ἐκκλί- νων τοὺς μεγάλους καὶ ὑπερπλούτους τῶν ἐν Ῥώμῃ, [εἰς ὧν] (11) οὐδαμῶς ᾔει, πολλῶν καὶ ἐνδόξων αὐτὸν βιαζομένων, ἀλλὰ δι’ ὅλης ἡμέρας ἓν ταῖς φιλοσόφοις Θεωρίαις ἦν. Ὁ δὲ ἀπελογεῖτο περὶ μὲν τῶν χρημάτων, ὅτι ἡ κτῆσις, ὥσπερ λύρας ἢ αὐλῶν, οὐδενὸς ἂν (12) εἴη ἀξία, ἧ χρῆσις δὲ τὸ κυριώτατόν ἐστιν, ἣν εἰ μέν τις εἰς ἄσωτον ἢ ἀμετάδοτον ἢ ὅλως ἄφρονα ἢ φαῦλον καταδαπανᾷ [βίον] (13), ἐπίμεμπτος ἂν εἴη, εἰ δέ τις εἰς σώφρονά τε καὶ κόσμιον καὶ κοινωνικὸν καὶ φιλάνθρωπον, δεχόμενος καὶ ὅτε δεῖ ταῦτα καὶ παρ ̓ ὧν δεῖ, καὶ προϊέμενος καὶ τοῖς τέκνοις ἀπολείπων (14), ἀμείνων ἂν εἴη. Ὅρον δὲ ἕνα ἔφη ποιεῖσθαι· τὸν ἄνδρα τὸν ἀγαθὸν τοῖς ἐπιεικεστέροις ἐθέλειν ἀεὶ συνεῖναι, τοιούτους δ ̓ ἐν τοῖς δημοτικοῖς ὁρᾶν πλείους ἢ ἐν τοῖς βαρυπλούτοις φυομένους (15). Πολλῆς γὰρ ἀγαθῆς τύχης δεῖται πλοῦτος, ὥστε εἰς ἐπιείκειαν φέρειν· ἐκτρέπει γὰρ τοὺς πλείους εἰς φιληδονίαν τε καὶ ὑπερηφανίαν. Ὅτι τοὺς ἑαυτοῦ οἰκέτας ἐκπαιδεύσας, καὶ ἐκ τοῦ συζῆν ἀεὶ πολλὴν ὁμοήθειαν αὐτοῖς (16) ἐμποιήσας, ἐχρῆτο οὐδὲν χείροσιν ἢ φίλοις.