Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 59
Not analysed yet
Ὅτι Περίανδρος ὁ Κυψέλου υἱὸς, τοῦ βασιλέως Κορινθίων, τὴν βασιλείαν παρὰ τοῦ πατρὸς κατὰ πρεσβεῖον παραλαμβάνει, καὶ ὑπὸ ὠμότητος καὶ βίας ἐξέτρεψεν αὐτὴν εἰς τυραννίδα, καὶ δορυφόρους εἶχε τριακοσίους. Ἐκώλυέ τε τοὺς πολίτας δούλους κτᾶσθαι, καὶ σχολὴν ἄγειν, ἀεί τινα αὐτοῖς ἔργα ἐξευρίσκων. Εἰ δέ τις ἐπὶ τῆς ἀγορᾶς καθέζοιτο (1) ἐζημίου, δεδιὼς μή τι βουλεύοιντο κατ ̓ αὐτοῦ. Λέγεται καὶ ἄλλο αὐτὸν ἔργον ἄνομον ἐργάσασθαι, νεκρᾷ τῇ ἑαυτοῦ γυναικὶ μιγέντα ὑπ ̓ ἔρωτος. Ἐστρατεύετο δὲ συνεχῶς, καὶ ἦν πολεμικός· τριήρεις τε ναυπηγησάμενος ἀμφοτέραις ἐχρῆτο ταῖς θαλάσσαις. Φασὶ δέ τινες αὐτὸν καὶ τῶν ἑπτὰ σοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν.