Ancient Greek
77 to 79
NICOLAUS DAMASCENUS, Fragmenta 77-79
Not analysed yet
Νικόλαος δ ̓ ὁ Περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν Ἱστοριῶν, Μιθριδάτην φησὶ, τὸν Ποντικὸν Βασιλέα, προθέντ ̓ ἀγῶνα πολυφαγίας καὶ πολυποσίας (ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου), ἀμφότερα νικῆσαι. Τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ ̓ αὐτὸν κριθέντι Καλαμόδρυϊ τῷ Κυζικηνῷ ἀθλητῇ. Μιθριδάτου δ ̓ ἀναγράφει κόλακα Σωσίπατρον, ἄνθρωπον γόητα, Νικόλαος ὁ Περιπατητικός. Νικόλαος δ ̓ ὁ Περιπατητιτικὸς, καὶ Ποσειδώνιος ὁ Στωικὸς, ἐν ταῖς Ἱστορίαις, ἑκάτερος τοὺς Χίους Φησὶν, ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος, παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν ̓ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν.