Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 88
Not analysed yet
Λικινίου δὲ Κράσσου, τοῦ ἐπὶ Πάρθους στρατεύσαντος, κόλακά φησι γενέσθαι Νικόλαος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ταῖς ἑκατὸν Ἀνδρόμαχον τὸν Καρρηνὸν, ᾧ τὸν Κράσσον πάντα ἀνακοινούμενον προδοθῆναι Πάρθοις ὑπ ̓ αὐτοῦ, καὶ ἀπολέσθαι. Οὐκ ἀτιμώρητος δ ̓ ὑπὸ τοῦ δαιμονίου παρείθη ὁ Ἀνδρόμαχος. Μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος, διὰ τὴν ὠμότητα καὶ βίαν ὑπὸ τῶν Καρρηνῶν πανοικίᾳ ἐνεπρήσθη.