Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 9.1
Not analysed yet
Ὅτι ἐπὶ Σαρδαναπάλου, τοῦ βασιλέως Ἀσσυρίων, Ἀρβάκης ὁ Μῆδος ἀκηκοὼς τὸν βίον καὶ τὰ ἤθη οἷς χρῆται ὁ βασιλεὺς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσσυρίας κράτη. Ἀνδρειότατον (1) δὲ φῦλον τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι. Οὗτος οὖν ὁ Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυι τῆς Βαβυλῶνος ἄρχοντι, ἄτε συνεδρίτης (2) ὢν αὐτῷ πρὸ τῶν βασιλειῶν θυρῶν, ἀνδρὶ τοῦ Χαλδαίων γένους, (ἱερεῖς δ ̓ οὗτο: ἦσαν καὶ πρώτην ἔφερον τιμὴν,) συντίθεται αὐτῷ, καὶ κοινῇ βουλεύουσιν ἐπιθέσθαι τῇ ὅλῃ ἀρχῇ, τά τε Ἀσσυρίων κράτη μεταστῆσαι εἰς Μήδους. Ἀστρονομώτατοι δὲ πάντων ἦσαν Βαβυλώνιοι, καὶ σοφίᾳ καὶ μαντικῇ, τῇ τε δι ̓ ὀνειράτων καὶ τεράτων, προὔχοντες, πάσῃ τε, ὡς εἰπεῖν, τῇ (3) ἀμφὶ τὰ θεῖα ἐπιστήμῃ. Καὶ δὴ καὶ τότε ὁ Βέλεσυς τῷ Ἀρβάκῃ διαλεγόμενος πρὸ τῶν θυρῶν πλησίον τινὸς φάτνης, ἐν ᾗ δύο ἵπποι ἐξεφατνίζοντο· καί πως ἐν μεσημβρίᾳ κατέδαρθεν αὐτόθι, καὶ ἐν τῷ ὕπνῳ ἔδοξεν ὁρᾶν τὸν ἕτερον τῶν ἵππων ἐπιφορεῖν τῷ στόματι ἐπὶ τὸν Ἀρβάκην καθεύδοντα καὶ αὐτὸν ἄχυρα, τὸν δὲ ἕτερον ἐρέσθαι· «Τί τοῦτο ποιεῖς, ὦ δαιμόνιε (4), καὶ τὰ ἄχυρα τῷ ἀνθρώπῳ ἐπιφέρεις;» Τὸν δὲ ἀποκρίνασθαι· «Φθονῶ (5) αὐτῷ· μέλλει γὰρ βασιλεύειν ἁπάντων ὧν νῦν ἄρχει Σαρδανάπαλλος.» Ταῦτ ̓ ἰδών τε καὶ ἀκούσας ὁ Βαβυλώνιος τὸν Μῆδον ἐγείρει καθεύδοντα, καὶ δή (6) τι πλέον τὰ θεῖα εἰδὼς, συμβάλλει τὴν τοῦ ὀνείρου φήμην, καὶ κελεύει τὸν Ἀρβάκην ἰέναι παρὰ τὸν Τίγριν ποταμὸν ῥέοντα πλησίον τῆς Νίνου καὶ προσκλύζοντα τὸ τεῖχος. Ἰόντων δὲ καὶ πολλὰ λεσχηνευομένων, ὡς ἂν ἑταίρων, λέγει ὁ Βέλεσυς· «Ἄγε δὴ, ὦ Ἀρβάκη, εἰ σὲ θείη σατράπην Κιλικίας (7) Σαρδανάπαλος ὁ δεσπότης, τί ἄν μοι δοίης τῷ εὐαγγελιζομένῳ;» Ὁ δ ̓ ἀποκρίνεται· «Τίμου, ὦ δαιμόνιε, καταγελᾷς; διὰ τί δ ̓ ἄν (*)με σατράπην Κιλικίας θεῖτο, ἄλλους ἐμοῦ κρείττους παρελθών;» Καὶ ὅς· «Ἀλλ ̓ εἴ γε δοίη, πλέον (8) γάρ τι εἰδὼς λέγω, τίς ἐμοὶ κείσεται χάρις παρὰ σοί (9);» Κἀκεῖνος· «Οὔτι μέμψῃ, ἔφη, μεθέξεις γὰρ τῆς ἀρχῆς οὐκ ἐλάχιστον μέρος.» Ὁ δὲ εἶπεν· «Εἰ δὲ Βαβυλῶνός σε πάσης σατράπην ποιήσειε, πῶς ἐμοὶ χρήσῃ;» Καὶ ὃς, «Παῦσαι πρὸς τοῦ Διὸς, ἔφη, σφόδρα μου κατακερτομῶν· οὐ γὰρ οἶμαι ἐπιτήδειος εἶναι, Μῆδος ὢν, ὑπὸ Βαβυλωνίου καταγελᾶσθαι.» Κἀκεῖνος· «Ἀλλ ̓ οὐ μὰ τὸν μέγαν Βῆλον ἔγωγέ σου καταγελῶν ταῦτα λέγω, ἀλλὰ πλέον τι τεκμαιρόμενος (10).» Καὶ ὃς ἔφη· «Ἀλλ ̓ ἀάν γε Βαβυλῶνος σατραπεύσω, σὲ ὕπαρχον (11) καταστήσω τῆς ὅλης σατραπείας.» Καὶ ὁ Βαβυλώνιος· «Ἀλλ ̓ ἔγωγέ σοι οὐκ ἀπιστῶ· τόδε μοι λέξον· εἰ βασιλεὺς εἴης ἁπάσης ὁπόσης νῦν Σαρδανάπαλλος ἄρχει, τί ἐμὲ ποιήσειας;» Ὁ δ ̓ Ἀρβάκης εἶπεν· «Εἰ σοῦ, ὦ τλῆμον, ταῦτα ἀκούσεις Σαρδανάπαλλος, εὖ ἴσθ ̓ ὅτι καὶ σὺ κἀγὼ κακῶς ἀπολούμεθα. Ἀλλὰ τί σοι ἐπῆλθε ταῦτα ληρεῖν; οὐ παύῃ φλυαρῶν;» Καὶ ὃς τῆς χειρὸς αὐτοῦ λαβόμενος εὐτόνως· «Ἀλλὰ μὰ τήνδε τὴν δεξιὰν τὴν ἐμοὶ τιμίαν καὶ τὸν μέγαν Βῆλον, οὐ παίζων λέγω, ἀλλὰ τὰ θεῖα κάλλιστα εἰδώς.» Καὶ ὁ Ἀρβάκης εἶπεν· «Δώσω σοι Βαβυλῶνα ἔχειν καὶ ταῦτα ὑπὸ σεαυτῷ (12) ἀτελῆ.» Καὶ ἐπὶ τούτοις δεξιὰν αἰτοῦντος, μάλα προθύμως δίδωσι. Καὶ ὃς εἶπε· «Βασιλεύσεις τοίνυν, εὖ ἴσθι, ἀψευδῶς.» Καὶ ἐπεὶ ταῦτα συνέθεντο, ἐπὶ θύρας ᾤχοντο ὀπίσω θεραπεύσοντες τὰ εἰωθότα. Μετὰ δὲ ταῦτα ἐν ὁμιλίᾳ γενόμενος ἑνὶ τῶν πιστοτάτων εὐνούχων ὁ Ἀρβάκης ἐδεήθη αὐτοῦ δεῖξαί οἱ τὸν βασιλέα· σφόδρα γὰρ ἐπιθυμεῖν τὸν δεσπότην ὅστις εἴη θεάσασθαι. Τοῦ δὲ εἰπόντος ἀδύνατον αὐτὸν ὁρᾶν (13), μηδένα γὰρ πώποτε τυχεῖν τούτου, τότε μὲν ἡσύχασεν. Αὖθις δὲ μικρὸν διαλιπὼν λιπαρέστερον αὐτοῦ ἐδεῖτο, φάσκων ἀντὶ πολλοῦ χρυσοῦ καὶ ἀργύρου ταύτην ἀλλάττεσθαι τὴν χάριν. Ὁ δὲ εὐνοῦχος νικώμενος (14) ὑπ ̓ αὐτοῦ, ἦν γὰρ ἐς τὰ μάλιστα ἐπιτήδειος, καὶ οὐ βουλόμενος αὐτῷ ἀχαριστεῖν, ὑπέσχετο εἰ καιρὸς εἴη μνησθήσεσθαι τῷ δεσπότῃ ὤκει**ἔνθα ἐτελεύτησεν (15).