Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 8
Not analysed yet
Ὅτι Σαρδανάπαλλος (1) Ἀσσυρίων ἐβασίλευσεν, ἀπό τε Νίνου καὶ Σεμιράμεως τὴν βασιλείαν παραδεξάμενος, οἴκησιν ἔχων ἐν Νίνῳ, ἔνδον τὸ σύμπαν ἐν τοῖς βασιλείοις διατρίβων, ὅπλων μὲν οὐχ ἁπτόμενος, οὐδ ̓ ἐπὶ θήραν (2) ἐξιὼν, ὥσπερ Οἱ πάλαι βασιλεῖς, ἐγχριόμενος δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφόμενος, πρός τε τὰς παλλακίδας ἁμιλλώμενος περὶ κάλλους καὶ ἐμπλοκῆς, τό τε σύμπαν γυναικείῳ ἤθει χρώμενος. Κατὰ δὲ τὰ πρότερον συντεταγμένα, ἐπὶ τὰς θύρας αὐτῷ παρῆσαν οἵ τε ἐκ τῶν ἄλλων ἐθνῶν σατράπαι, ἄγοντες τὰς (3) εἰρημένας δυνάμεις, καὶ δὴ Ἀρβάκης ὁ Μήδων ὕπαρχος, ἀνὴρ τόν τε βίον σώφρων, καὶ πραγμάτων, εἰ δή τις ἄλλος, ἔμπειρος, τετριμμένος τε ἐν κυνηγεσίοις καὶ πολέμοις, καὶ πολλὰ μὲν πάλαι γενναῖα ἐξειργασμένος, πλείω δ ̓ ἔτι καὶ μείζω τότε διανοούμενος. Οὗτος ἀκηκοὼς τόν τε βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασιλεὺς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσίας (4) κράτη· καὶ βουλὴν συντίθεται περὶ τῆς ὅλης ἀρχῆς.