Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 96
Not analysed yet
Τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων, Νικόλαος τούς τε βασιλεῖς ἀπήλλασσε τῶν ἐγκλημάτων, Ἡρώδην μὲν, διὰ τὸ παρ’ ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον, οὐ γὰρ δεῖν τοὺς ἐγκαλεῖν ἕχοντας ἐπὶ μετρίοις καὶ παρὰ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι, τὰ δὲ ὑπ’ Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀντετίθει, οἳ ὀριγνώμενοι πραγμάτιον παρὰ τοὺς νόμους, καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμέ- νων, ἀμύνης γενομένης ἐγκαλοῖεν. Ἐνεκοίλει δὲ νεωτε- ροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίαν τε τοῦ ἕπεσθαι δίκῃ καὶ νόμοις, ὑπὸ τοῦ Θέλειν τὰ πάντα νικᾶν. Ταῦτα μὲν οὖν Νικόλαος.