Ancient Greek
105.5
Nicolaus, Progymnasmata 105.5
Unproofread scanNot analysed yet
Θέσις τοίνυν ἐστὶ πρᾶγμα λογικὴν ἐπίσκεψιν ἐπιδεχόμενον ἄνευ προσώπων ὡρισμένων καὶ πάσης ἑτέρας περιστάσεως. εἴρηται δὲ λογικὴν ἐπίσκεψιν ἐπιδεχόμενον, οὐχ ὅτι καὶ τὰ ἄλλα ἄνευ λόγου ἐπισκεπτόμεθα, ἀλλ’ ὅτι τοῦτο περὶ μόνην τὴν ἔξετασιν εἴληπται τὴν ἀπὸ τοῦ λόγου καὶ οὐδεμίαν ἔχει περίστασιν ἑτέραν, ἐπεὶ προστεθείσης περιστάσεως τελεία ὑπόθεσις γίνεται. ταύτῃ γὰρ τοι καὶ διαφέρει τῆς ὑποθέσεως ἡ θέσις, ὅτι ἡ μὲν ἄνευ περιστάσεως, ἡ δὲ μετὰ περιστάσεως συνίσταται. οἷον θέσις ἐστίν, εἰ γαμητέον· ἐνταῦθα αὐτὸ καθ’