Ancient Greek
109.2
Nicolaus, Progymnasmata 109.2
Unproofread scanNot analysed yet
πόλεις καὶ παρασκευάζοντων τοὺς τρόπους διαφόρους τὴν εὔνοιαν ἐπιδειξομένους, καὶ μετὰ τὸ δεῖξαι, ὅτι καὶ τοῖς γένεσιν ἡ διαδοχὴ σῴζεται, καὶ ὅτι πένησι τεχθήσονται οἱ γηροβοσκήσοντες, πλουσίοις οἱ τὰς οὐσίας φυλάσσοντες, καὶ μετὰ πολλὰ τοιαῦτα τὰ θετικὰ καλούμενα ἀντιθήσομεν, τὰς μοιχείας τε καὶ τὰς τῶν παίδων ἀποβολάς, αἱτινες λυθήσονται ἐκ ναυαγίων μὲν τῶν οὐκ εἰρξασῶν τοὺς πλέοντας, ἀνχμῶν δὲ καὶ ὀμβρῶν τῶν οὐ κωλυσάντων γεωργίας, ἐπαγομένων τούτοις καὶ τῶν ἐπὶ παίδων ἀριστείαις στεφάνων, εἰκόνων, σιτήσεων, εὐκλείας ὅλως καὶ πάντων τῶν δεικνύντων εὐδαίμονα τοῖς μὴ ἐναντίας πειραθεῖσι τύχης τὸν βίον ἅπαντα.