Ancient Greek
11.5
Nicolaus, Progymnasmata 11.5
Unproofread scanNot analysed yet
Sard. ad Aphth. 21, 15 Sp. :θέρους ἦν ἀκμή· ἀντὶ τοῦ δυνατώτατον καὶ μεσαίτατον. καὶ οἱ μὲν τέττιγες . . . σύντονον· ἀντὶ τοῦ ἀνέπεμπον, ἧδον ἢ ἀνεχοῦντο· ἀπὸ (ἐκ C; cf. p. XXXIV) μεταφορᾶς τῶν κιθαριστῶν (κιθαρῶν C). σημαίνει δὲ τὸ ἀνεβάλλοντο καὶ τὸ ὑπερετίθεντο· ἀναβολὴ γὰρ ἢ ὑπέρθεσις. σύντονον δὲ ἀντὶ τοῦ ἐπιτεταμένον (τὸ πολλὴν add. Vw), ἢ ὅτι μέλος ἐστὶ μουσικὸν ἢ σύντονος ὡς βαρύτον καὶ ὀργανον καὶ ψαλτήριον. τοῖς μύρμηξι δὲ ποιεῖν ἐπῆει· ἠθικὸν ἐστι τὸ εἶδος τοῦτο τοῦ μύθου. ᾄδει τε γὰρ ὁ τέττιξ τοῦ θέρους καὶ ὁ μύρμηξ ποιεῖ περὶ τὴν συλλογὴν τῶν καρπῶν. ἐπῆει δὲ ἀντὶ τοῦ προθυμία ὤπηχε. χειμῶνος δὲ ἐπιγενοῦτος· καὶ γὰρ χειμῶνος ὁ μὲν τέττιξ τὴν ᾠδὴν καταπαυῶν, ὁ μύρμηξ δὲ ἀφανιζόμενος, ὁ μὲν ὑπείληπται τροφῆς ἀπορίᾳ τοῦτο ποιεῖν, ὁ δὲ σχολὴν ποιεῖσθαι τῶν ἑαυτοῦ πρὸς ἀπόλαυσιν πόνων. τὸ πιθανὸν οὖν τοῦ μύθου ἐκ τε τοῦ καιροῦ καὶ τῶν πραγμάτων καὶ τοῦ ἑκάστου ἐπιτηδεύματος.