Ancient Greek
13.1
Nicolaus, Progymnasmata 13.1
Unproofread scanNot analysed yet
εἰ γὰρ ὁ μῦθος διὰ τοὺς νέους εὑρίσκεται, ἵνα τῇ ἀφ' ἑαυτῆς ἡδονῇ τὰς τῶν νέων προμαλάξας ψυχὰς οὕτως εὐπαραδέκτον τὴν παραίνεσιν ἀπεργάσηται, τῶν νέων ὡς ἐπίπαν πεφυκότων τὰς φανερὰς ἀποστρέφεσθαι νουθετήσεις, δῆλον πάντως ὅτι μετὰ τὸν μῦθον τὸ ἀπ' αὐτοῦ προστεθήσεται χρήσιμον· ἐπεὶ εἰ προτάττοιτο καὶ δρά τι τὰς τῶν νέων ψυχὰς, περιττὴ ἡ τοῦ μύθου χρήσις τῶν γὰρ νέων ὡς ἐπίπαν πεφυκότων τὰς φανερὰς ἀποστρέφεσθαι νουθετήσεις δῆλον πάντως, ὅτι μετὰ τὸν μῦθον εὐπαραδεκτότερον τὸ ἀπ' αὐτοῦ γενήσεται χρήσιμον· ἐπεὶ εἰ προταττόμενον δρά τι ταῖς τῶν νέων ψυχαῖς, περιττὴ ἡ τοῦ μύθου χρήσις εἰ καὶ διὰ τοῦτο τὸν μῦθον εὕρομεν διὰ τὸ τοὺς νέους μὴ ἡδέως δέχεσθαι τὰς φανερὰς νουθετήσεις, ἵνα ψυχαγωγούμενοι καὶ ἀπατώμενοι παρὰ τῆς ἡδονῆς τῆς ἐν τῷ μύθῳ οὕτως ἀκούωσιν ἤδη τῆς παραίνεσεως, πῶς οὐ δεῖ τάττειν μετὰ τὸν μῦθον τὸ ἐξ αὐτοῦ χρήσιμον; ἐπεὶ, εἰ προσδέχονται τὴν παραίνεσιν, περιττὴ ἐστὶν ἡ τοῦ μύθου χρήσις