Ancient Greek
46.6
Nicolaus, Progymnasmata 46.6
Unproofread scanNot analysed yet
ἀμφοτέρων O 22 τὰ add. PAc γενομένων PAc; λεγομένων O ΠΡΟΓΓΜΝΑΣΜΑΤΑ (ΔΙΗΓΗΜΑ) πραγμάτων, οἷα τὰ περὶ Ἐπιδάμνου· πραγματικὰ δὲ ἦτοι δικανικὰ τὰ ἐν τοῖς πολιτικοῖς ἀγῶσι λεγόμενα· πλασματικὰ δὲ τὰ ἐν ταῖς κωμωδίαις καὶ ὅλως τὰ ἐν τοῖς ἄλλοις δράμασι. κοινωνεῖ δὲ τὰ μυθικὰ διηγήματα τοῖς 5 μύθοις [ἐν] τῷ ἀμφότερα δεῖσθαι πίστεως, διαφέρει δέ, ὅτι οἱ μὲν μῦθοι ὁμολογουμένως εἰσὶ ψευδεῖς καὶ πεπλασμένοι, τὰ δὲ μυθικὰ διηγήματα καὶ παρ’ ἄλλων ὡς γεγονότα ἱστόρηται καὶ τῶν ἐνδεχομένων ἐστὶ γενέσθαι καὶ μὴ γενέσθαι. ἔτι κοινωνεῖ τὰ πλασματικὰ διηγή- 10 ματα τοῖς μύθοις τῷ ἀμφότερα πεπλάσθαι, διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων, ὅτι τὰ μὲν πλασματικὰ διηγήματα, εἰ καὶ μὴ ἐγένετο, ἀλλ’ ἔχει φύσιν γενέσθαι, οἱ δὲ μῦθοι οὔτε ἐγένοντο οὔτε φύσιν ἔχουσι γενέσθαι.