Ancient Greek
48.1
Nicolaus, Progymnasmata 48.1
Unproofread scanNot analysed yet
αὐτὴν ἀπὸ τοῦ τρόπου καὶ τῷ μὲν τρόπῳ ἀπονέμοντες τὸ παρανόμως καὶ βιαίως πράττειν, τῇ δὲ ὕλῃ τὸ ξίφει τυχὸν ἢ λίθῳ ἢ παλτῷ ἢ καὶ ἄλλῳ τινὶ χρῆσασθαι τοιούτῳ. Ἀρεταὶ δὲ διηγήσεως κατὰ μὲν τινὰς πέντε συντομία, σαφήνεια, πιθανότης, ἡδονή, μεγαλοπρέπεια [καὶ ὁ τῶν ὀνομάτων ἐλληνισμός]· κατὰ δὲ ἑτέρους μόνη ἡ πιθανότης· τὰς γὰρ ἄλλας τέσσαρας κοινὰς παντὸς λόγου ἐνόμισαν· ὡς δὲ ἀκριβεστέροις δοκεῖ, τρεῖς εἰσὶ μόναί, σαφήνεια, συντομία, πιθανότης. χρὴ εἰδέναι, ὅτι σφόδρα δυσχερὲς ἐστὶ τοῖς σαφηνείας ἐπιμελουμένοις καὶ συντομίαν ποιεῖσθαι φροντίδα· πολλάκις γὰρ ἢ διὰ συντομίαν εἰς ἀσάφειαν προάγομεν τὸν λόγον ἢ διὰ τὸ σαφῶς εἰπεῖν μήκους δεόμεθα. χρὴ τοίνυν τὴν συντομίαν σκοπεῖν, εἰ σύμμετρος ἐστίν, μήτε παραλιμπάνουσα τι τῶν ἀναγκαίων μήτε πλεονάζουσα· τότε γὰρ ἀρετὴ γενήσεται λόγου· εἰ γὰρ φανερὴ παραλιμπάνουσα τι τῶν χρησίμων, ἐν κακίαις μᾶλλον ταχθήσεται. πῶς μὲν οὖν ἂν γένοιτο συντομία ἢ πῶς προστεθήσεται τῷ λόγῳ τὸ πιθανόν, μείζον ἢ κατ'