Ancient Greek
49.1
Nicolaus, Progymnasmata 49.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ (ΔΙΗΓΗΜΑ) εἰσαγωγὴν τὸ ἔργον τῷ πειρωμένῳ διδάσκειν. δεῖ δὲ τὸν κρίνειν μέλλοντα καλῶς, ὅταν σαφηνείας τε ὁμοῦ καὶ συντομίας φροντίζειν ἀναγκάζηται, εἰ μὲν ἀμφότερα συμβαίνοι, χρῆσασθαι αὐτοῖς ἀμφοτέροις, εἰ δὲ μή, τῷ κατεπειγόντι, τὸ δὲ ἔστι μᾶλλον τῆς σαφηνείας γίνεσθαι· οὐ γὰρ τοσαῦτα ἐκ μήκους, ὅσα ἐκ τῆς ἀσαφείας ὁ λόγος βλαβήσεται. συντελοῖν δ’ ἂν πρὸς σαφῆνειαν ἐν τοῖς διηγήμασι μετὰ πολλῶν ἑτέρων καὶ ἡ κατ’ εὐθείαν πτῶσιν ἀπαγγελία· εὐγνωστον γὰρ [ἐν] ταῖς συνεχέσιν ἀναπαύσεσι ποιεῖ τὸν λόγον, ὅπερ οὐκ ἔστι εὑρεῖν ταῖς πλαγίαις πτώσεσι.