Ancient Greek
53.3
Nicolaus, Progymnasmata 53.3
Unproofread scanNot analysed yet
Χρεία δέ ἐστι λόγος ἢ πρᾶξις εὐστοχος καὶ σύντομος, εἰς τι πρόσωπον ὡρισμένον ἔχουσα τὴν ἀναφορὰν, πρὸς ἐπανόρθωσιν τινος τῶν ἐν τῷ βίῳ παραλαμβανομένη. λόγος δὲ ἢ πρᾶξις, ἐπειδή καὶ ἐν λόγοις εὑρίσκεται καὶ ἐν πράξεσιν. εὐστοχος δέ, ἐπειδή ἐν τούτῳ ἐστὶν ἢ ἰσχύς τῆς χρείας ἐν τῷ εὐστόχως εἰρήσθαι. σύντομος δέ, ὡς διὰ τὰ ἀπομνημονεύματα. εἰς τι δὲ πρόσωπον ἔχουσα τὴν ἀναφορὰν, ὡς διὰ τὴν γνώμην· ἐκείνη γὰρ οὐκ εἰς πρόσωπον πάντως ἀναφέρεται. τὸ δὲ πρὸς ἐπανόρθωσιν τινος τῶν ἐν τῷ βίῳ παραλαμβανομένη, ἐπειδή ὡς ἐπὶ τὸ πλεῖστον ἀγαθὴ τις παραίνεσις ἑπεται. ἀλλὰ περὶ μὲν τῆς διαφορᾶς αὐτῶν ἐν τῷ περὶ γνώμης λεχθήσεται.